Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄρνα, πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήσαντος Πρωτόγονον. τὸ ἐθνικὸν Ἀρναῖος καὶ Ἀρνεύς.
…αλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας (c. 10). Τάμνα πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. Σμύρνα πόλις Ἰωνίας ἀπὸ Σμύρνης Ἀμαζόνος κατεχούσης τὴν Ἔφεσον, ἣ καὶ Σμύρνα ἐκαλεῖτο ἀπ´ αὐτῆς. Σύρνα πόλις Καρίας. Ἄρνα πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήσαντος Πρωτόγονον. Πύτνα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα. Ἔννα πόλις Σικελίας. Βέννα πόλις Θρᾴκης δι´ ἑνὸς 'ν' καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφορος καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ 'ε', ὅπερ κρεῖττον. ἔστι δὲ καὶ Βέννα μία φυλὴ τῶν ἐν Ἐφέσῳ π…