Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄρνη, πόλις Βοιωτίας. Ὅμηρος “οἵ τε πολυστάφυλόν τ´ Ἄρνην ἔχον”. καὶ Λυκόφρων “Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι”. δευτέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιωτίας, περὶ ἧς ὁ χρησμός “Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα”. ἣ Κιέριον καλεῖται. θυγατέρα δέ φασιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Ἐρασινίων πρὸς τῇ Θρᾴκῃ. τὸ ἐθνικὸν Ἀρναῖος, τὸ θηλυκὸν Ἀρναία.
…α τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ρ' καταλήγουσαν βαρύνεται, πτέρνη, Λέρνη ἡ κρήνη, πέρνη καὶ Πέρνη πόλις Θρᾴκης ἀντικρὺ Θάσου, Τάρνη πόλις Ἀχαΐας, Ἄρνη πόλις Βοιωτίας. Ὅμηρος «οἵ τε πολυστάφυλον τ´ Ἄρνην ἔχον» (Il. Β 507) καὶ Λυκόφρων (v. 644) «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι». δευτέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιωτίας, περὶ ἧς χρησμός «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». θυγατέρα δέ φασιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Γρασινίων πρὸς τῇ Θρᾴκῃ. Θέρνη πόλις Θρᾴκης, Κάρνη πόλις Φοινίκης ἀπὸ Κάρνου τοῦ Φοίνικος, ὡς Ἴστρος φησ…
Ἄρνη, πόλις Βοιωτίας. Ὅμηρος “οἵ τε πολυστάφυλόν τ´ Ἄρνην ἔχον”. καὶ Λυκόφρων “Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι”. δευτέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιωτίας, περὶ ἧς ὁ χρησμός “Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα”. ἣ Κιέριον καλεῖται. θυγατέρα δέ φασιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Ἐρασινίων πρὸς τῇ Θρᾴκῃ. …
…αι· φοῖνιξ· ἔστι δὲ καὶ κύριον Φοῖνιξ Ἀγήνορος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης, ᾧ ὁμοφωνεῖ τὸ ἐθνικόν. ἔστι καὶ φρούριον Καρίας οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι» (v. 644), πέμφιξ, τέττιξ, σκάνδιξ λάχανόν τι ποιόν, πέρδιξ, χοῖνιξ, Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Αἶθιξ ἔθνος. ἐν Θετταλίᾳ δ´ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει· Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν…