Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄρσα, πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. τὸ ἐθνικὸν Ἀρσαῖος.
… κώμη Σκυθίας. Προῦσα πόλις μικρὰ Βιθυνίας κτίσμα Προυσίου τοῦ πρὸς Κῦρον πολεμήσαντος. Μοῦρσα πόλις Παιονίας κτίσμα Ἀδριανοῦ. λέγεται καὶ Μούρσιον. Πέρσα πόλις παρὰ τῷ Εὐφράτῃ καὶ Σαμοσάτοις. Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρσα πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρσαι πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ ἀπὸ Τίρσης μιᾶς τῶν θυγατέρων Γραστοῦ παιδὸς Μυγδόνος. * Τὰ εἰς 'σα' ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἄγρισα πόλις Καρμανίας. Λάρισα πόλις Θεσσαλίας ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος ἔ…