Ἀρσινόη

Stephanos of Byzantium - Ethnika

Ἀρσινόη OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #454
Greek source: meineke
Meineke: 125.21 | Billerbeck: Α454
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-05
Word count: 85
Source: vol1_338.jpg
Edit
Ἀρσινόη, πόλις Λιβύης, ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆς καὶ γυναικός. δευτέρα πόλις Παραιτονίου Λιβύης, ἡ πρότερον Ταύχειρα. τρίτη πόλις Συρίας ἐν Αὐλῶνι. ἡ περίμετρος αὐτῆς στάδια ηʹ. τετάρτη τῆς κοίλης Συρίας. πέμπτη Κιλικίας. ἕκτη τῆς Αἰγύπτου πόλις ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου, ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς, ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. τὸ ἐθνικὸν Ἀρσινοΐτης καὶ Ἀρσινοεύς ἐπὶ τῆς Αἰτωλικῆς, ὡς Πολύβιος ἐνάτῳ. ἀλλὰ καὶ τῆς ἐν Λιβύῃ Ἀρσινοεύς, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.306
char LCS 188 (40.7%) · word LCS 34 (40.0%)
Stephanos
Ἀρσινόη, πόλις Λιβύης, ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆς καὶ γυναικός. δευτέρα πόλις Παραιτονίου Λιβύης, ἡ πρότερον Ταύχειρα. τρίτη πόλις Συρίας ἐν Αὐλῶνι. ἡ περίμετρος αὐτῆς στάδια ηʹ. τετάρτη τῆς κοίλης Συρίας. πέμπτη Κιλικίας. ἕκτη τῆς Αἰγύπτου πόλις ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου, ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς, ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. τὸ ἐθνικὸν Ἀρσινοΐτης καὶ Ἀρσινοεύς ἐπὶ τῆς Αἰτωλικῆς, ὡς Πολύβιος ἐνάτῳ. ἀλλὰ καὶ τῆς ἐν Λιβύῃ Ἀρσινοεύς, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ.
Herodian
…ς περὶ Δάφνην Ἀντιοχείας· ἔστι καὶ Μερόη πόλις Λυκίας. Ἀρσινόη πόλις Λιβύης ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆς καὶ γυναικός. δευτέρα πόλις Παραιτονίου Λιβύης ἡ πρότερον Ταύχειρα. τρίτη πόλις Συρίας ἐν Αὐλῶνι. τετάρτη τῆς κοίλης Συρίας. πέμπτη Κιλικίας. ἕκτη τῆς Αἰγύπτου πόλις ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδισιὰς κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις. εἶτα ἐκλήθη Μεγάλη πόλις. εἶτα ἀπὸ Νίνου Νινόη. Ὀγχόη πόλις Φωκίδος. Ῥοδόη πόλις Ἰνδική. Σεθρόη πόλις Αἰγύπτου. Φολόη πόλις Ἀρκα…
Herodian 1.211
char LCS 26 (5.6%) · word LCS 5 (5.9%)
Stephanos
…ομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς, ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. τὸ ἐθνικὸν Ἀρσινοΐτης καὶ Ἀρσινοεύς ἐπὶ τῆς Αἰτωλικῆς, ὡς Πολύβιος ἐνάτῳ. ἀλλὰ καὶ τῆς ἐν Λιβύῃ Ἀρσινοεύς, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ.
Herodian
…ς κατὰ Κρήτην νῆσον ἔχουσα πολισμάτιον ὁμώνυμον. Ξενίων ἐν τῷ περὶ αὐτῆς »κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ Χερρόνησος κεῖται πρὸς τῇ θαλάσσῃ μεταξὺ τῆς τε Κνωσοῦ καὶ τῆς Ὀλοῦντος«. ἔστιν εʹ πόλις Λιβύης Χέρρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ »ἔχεται χερρόνησος ὄνομα Χέρρουρα«. ϛʹ Χερρόνησος ἡ πρὸς τῇ Κορίνθῳ. ἔστι καὶ ἄλλη ἄκρα Χερρόνησος