Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀρταία, Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως καὶ Ἀνδρομέδας Ἑλλάνικος ἐν Περσικῶν πρώτῃ. οἱ οἰκοῦντες Ἀρταῖοι. ἀρταίους δὲ Πέρσαι, ὥσπερ οἱ Ἕλληνες τοὺς παλαιοὺς ἀνθρώπους, ἥρωας καλοῦσι. τάχα δὲ καὶ ἐντεῦθέν μοι δοκεῖ Ἀρταξέρξαι καὶ Ἀρτάβαζοι, ὥσπερ ἐν Αἰγυπτίοις καὶ Νειλάμμωνες καὶ Παναπόλλωνες. Ἡρόδοτος…
…«ἀντικρὺ Σάμοιο» κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος. Ἀμφαναία πόλις Δωρική. Θεόπομπος ἐν πέμπτῳ Φιλιππικῶν. Ἀμφανὰς δὲ καλεῖ αὐτὴν Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Ἀνακαία δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἀρταία Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως καὶ Ἀνδρομέδας. Ἑλλάνικος ἐν Περσικῶν πρώτῃ. Ἀταία πόλις Λακωνική. Βελγαία ἡ χώρα. Βουραία πόλις Ἰταλίας ὑπὸ Βουραίου κτισθεῖσα. Γορδυαία χώρα Περσικὴ ἀπὸ Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συρίαν. ἔστι δὲ ἡ πόλις παρὰ τὰς ἐκ…