Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀρτάκη, πόλις Φρυγίας, ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι καὶ Τιμοσθένης λέγων “Ἀρτάκη τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς, τοῦτο δὲ νησίον [ἐστὶν] ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ”. τὸ ἐθνικὸν Ἀρ…
…μένος ἐκ Χαλκῶν τῆς Λαρισαίας«. Τὰ εἰς 'κη' ὑπερδισύλλαβα τῷ 'α' παραληγόμενα εἴτε κύρια εἴτε προσηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆσος πρὸς τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωος. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλις Φρυγίας ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι κατὰ Τιμοσθένην λέγων »Ἀρτάκη, τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς,
…σθένης λέγων “Ἀρτάκη τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς, τοῦτο δὲ νησίον [ἐστὶν] ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ”. τὸ ἐθνικὸν Ἀρτακηνός. Σοφοκλῆς δὲ ἀπὸ τοῦ Ἀρτακεύς εἶπε “τί μέλλετ´ Ἀρτακῆς τε καὶ Περκώσιοι;” καὶ Ἀρτάκιος εἶπε Δημοσθένης ἐν ἐνάτῳ Βιθυνιακῶν “νάσσατο δ´ Ἀρτακίοισιν ἐφέστιος αἰγιαλοῖσιν”. [καὶ Ἀρτακία.] οὕτω γὰρ αὐτόθι ἡ Ἀφροδίτη καλεῖται.
…ύσιος. Ἔτι τὰ διὰ τοῦ 'ωδης' βαρύνονται, εὐώδης, πετρώδης, δυσώδης, γεώδης, ὀνώδης, βοώδης, λιμώδης, κτηνώδης, πυρώδης, ἀμμώδης, γραώδης, σαρκώδης. * Τὰ εἰς 'κης' κύρια βαρύνονται· Ἀρτάκης ὁ κατοικῶν Ἀρτάκην πόλιν Φρυγίας. Σοφοκλῆς δὲ ἀπὸ τοῦ Ἀρτακεύς εἶπε »τί μέλλει Ἀρτακῆς τε καὶ Περκώσιοι«· ἔστι δὲ καὶ κύριον Ἀρτάκης »ἠδὲ καὶ Ἀρτάκεα, πρόμον ἀνδρῶν« (Apoll. Rhod. I 1047). Ἀριαράκης ἔθνος παρὰ τὴν Ἀριαράκην, πόλιν πρὸς τῇ Κασπίᾳ θαλάσσῃ ὡς λέσχη λέσχης, ἀράχνη ἀράχνης. Ὑδάρκης ἔθ…