Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀρτεμίτα, νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. ὡς δὲ Στράβων πόλις Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρός φησιν ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα ἡ γενικὴ Ἀρτεμίτας. τὸ ἐθνικὸν Ἀρτεμιτηνός. Ἀπολλόδωρος δ´ Ἀρταμιτηνός φησι διὰ τοῦ « α ». ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα. Ῥιανὸς ηʹ Θεσσαλικῶν “νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον”. τὸ ἐθνικὸν τὸ αὐ…
τῆς ἐκτὸς Γάγγου. Γίττα πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ. * Τὰ εἰς 'τα' ὑπὲρ δύο συλλαβὰς μακροκατάληκτα παροξύνεται, Ἀρτεμίτα νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. ὡς δὲ Στράβων πόλις Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρός φησιν, ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα. ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα. Ῥιανὸς ηʹ Θεσσαλικῶν «νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον». Φουρνίτα πόλις Λιβύης. Κοτύρτα χωρίον Λακωνικόν. Θουκυδίδης ( 4, 56). τὰ δὲ βραχυκατάληκτα προπαροξύνεται,…