Ἀρτύμνησος

Stephanos of Byzantium - Ethnika

Ἀρτύμνησος OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. τὸ ἐθνικὸν Ἀρτυμνησεύς. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν φησιν ὅτι πολυανθρωπήσασαν τὴν Ξάνθον τοὺς πρεσβύτας εἰς τρία μέρη διελεῖν, τούτων δὲ τοὺς μὲν ἐπὶ τὸν Κράγον ἐλθεῖν καὶ οἰκῆσαι ἐν τῷ ὄρει λόφον στρογγύλον κατοικίσαι καὶ καλέσαι τὴν πόλιν Πινάραν, ἣν μεθερμηνεύεσθαι στρογγύλην. τὰ γὰρ στρογγύλα πάντα πίναρα καλοῦσιν ....

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.