Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀσαί, κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν “Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι”. τὸ ἐθνικὸν Ἀσαῖος. ἔστι καὶ κώμη Θρᾴκης Ἀσαί. τὸ ἐθνικὸν τὸ αὐτό.
…ον τὴν νῦν Βλισσὴν καλουμένην. ὁ δὲ Κράτης σὺν τῷ 'ν' γράφει Λισσήν. καλεῖται δὲ καὶ Λισσής. ἔστι δὲ τῆς Φαιστιάδος. καὶ τὰ τῶν δήμων ὀνόματα Βησσή καὶ Περγασή δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. ἔτι καὶ τὰ πληθυντικῶς λεγόμενα Ἀσαί κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν »Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι«. ἔστι καὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ´ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ Ἀκεσαί π…