Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄσδυνις, νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος δευτέρῳ “κατελαμβάνοντο ἐν Ἀσδύνει τῇ νήσῳ”. ὁ νησιώτης Ἀσδυνίτης ὡς Μεμφίτης.
…ς ἀκάνθης βαρύνονται, οὐ γὰρ παρώνυμα. * Τὰ εἰς 'ινις' καὶ 'υνις' ὑπερδισύλλαβα ὀξύνεται, Μαντινίς, Σολουντινίς, Ἀργυννίς ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίς. Βιθυνίς, Ἑρκυνίς, Μαριανδυνίς. τὸ δὲ Ἄσδυνις βαρύνεται. ἔστι δὲ νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος δευτέρῳ »κατελαμβάνοντο ἐν Ἀσδύνει τῇ νήσῳ«. * Τὰ εἰς 'νις' ὑπερδισύλλαβα συμφώνῳ παραληγόμενα ὀξύνεται, Ἀβαρνίς πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς. Ἑκαταῖος δ´ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκραν εἶναί φησιν. Ἔφορος δ´ ἐν πέμπτῃ λέγει κληθῆναι αὐτὴν…