Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀσέα, κώμη τῆς Ἀρκαδίας, ἀφ´ ἧς ὁ Ἀλφειὸς ῥέει, ὃς καὶ Ἀσεάτης λέγεται. καὶ ὁ κωμήτης ὁμοίως, ὡς Κορσεάτης Ὀρνεάτης.
…νειν. καὶ τὸ Ἀλέα πόλις Ἀρκαδίας Θεόπομπος πεντηκοστῇ ἕκτῃ—ἔστι καὶ Θετταλίας καὶ ἄλλη Καρπητανῶν ἔθνους Κελτικοῦ—βαρύνεται. Ἀρδέα κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ. ἐκλήθη δὲ ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσσέως καὶ Κίρκης. Ἀσέα κώμη τῆς Ἀρκαδίας, ἀφ´ ἧς ὁ Ἀλφειὸς ῥέει, ὃς καὶ Ἀσεάτης λέγεται. Τεγέα πόλις Ἀρκαδίας «καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν». Ὅμηρος (Β 607) καὶ Παυσανίας ηʹ (c. 3, 4) «Μαντινεὺς καὶ Τεγεάτης καὶ Μαίναλος Τεγέαν κτίζουσι καὶ Μαντίνειαν». ἔστι καὶ Τεγέα ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτι…