Ἀσία

Stephanos of Byzantium - Ethnika

Ἀσία OCR ✓ Trans ✓ Confirmed ✓
region
Entry #474
Greek source: meineke
Meineke: 130.20 | Billerbeck: Α474
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-05
Word count: 143
Source: vol1_348.jpg
Edit
Ἀσία, πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ [καὶ Ἀσιὰς ἐκλήθη.] καὶ Ἀσία ἡ ἤπειρος. οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ, ἢ ἐκ τῆς Προμηθέως γυναικός, ἢ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχειν, τουτέστιν ἰλύν. ὁ ἐνοικῶν Ἀσιάτης καὶ τὸ θηλυκὸν Ἀσιᾶτις. λέγεται καὶ Ἀσίς “ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης”. καὶ Ἀσιάς. τὸ δὲ Ἀσιανός, ὡς Στράβων ἑνδεκάτῃ “ἦν δὲ ἐμπόριον κοινὸν τῶν τε Ἀσιανῶν καὶ τῶν Εὐρωπαίων Νομάδων”. καὶ τὸ θηλυκὸν Ἀσιανή. ἔστι καὶ Ἀσιανή πόλις Ἠλείας. λέγεται καὶ Ἀσιαῖος. ἔστι καὶ Ἀσία νῆσος Αἰθιοπίας. ὁ πολίτης Ἀσιάτης. τὸ ἐθνικὸν Ἀσιεύς, ὡς Ὑρία Ὑριεύς. ἔστι καὶ Ἄσιος λειμών. Ὅμηρος “Ἀσίῳ ἐν λειμῶνι”. ἢ μᾶλλον Ἀσίας, ἀντὶ τοῦ Ἀσίου (γενικὴ γάρ ἐστιν, οὐκ Ἀσιανῷ· ἀγνοεῖ γὰρ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην) καὶ ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς ἐυμμελίω.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.52
char LCS 97 (15.3%) · word LCS 23 (16.4%)
Stephanos
…τὸ θηλυκὸν Ἀσιανή. ἔστι καὶ Ἀσιανή πόλις Ἠλείας. λέγεται καὶ Ἀσιαῖος. ἔστι καὶ Ἀσία νῆσος Αἰθιοπίας. ὁ πολίτης Ἀσιάτης. τὸ ἐθνικὸν Ἀσιεύς, ὡς Ὑρία Ὑριεύς. ἔστι καὶ Ἄσιος λειμών. Ὅμηρος “Ἀσίῳ ἐν λειμῶνι”. ἢ μᾶλλον Ἀσίας, ἀντὶ τοῦ Ἀσίου (γενικὴ γάρ ἐστιν, οὐκ Ἀσιανῷ· ἀγνοεῖ γὰρ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην) καὶ ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς ἐυμμελίω.
Herodian
…τῶν Ἀγραῶν ἔθνος». λέγονται καὶ Ἀγράϊοι καὶ Ἀγριεῖς ὡς Θεόπομπος καὶ Ἀγριᾶνες. Ἀδρίας κόλπος παρὰ τὴν Ἀδρίαν πόλιν καὶ ποταμός, ὡς Ἑκαταῖος. Καλατίας γένος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ. Ἀσίας. Ὅμηρος (Β 461) «Ἀσίω ἐν λειμῶνι» ἀντὶ τοῦ Ἀσίου (γενικὴ γάρ ἐστιν, οὐκ Ἀσιανῷ. ἀγνοεῖ γὰρ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην)· καὶ Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς τὸ «ἐϋμμελίω Πριάμοιο» (Δ 47). διὸ χωρὶς τοῦ 'ι'. Ἱππίας, πωγωνίας, Γλαυκίας, τοξίας, Ἀφίας κύριον παρ´ Εὐφορίωνι, Πευκετίας ἔθνος τοῖς Οἰνωτροῖς προσεχές, ὡς Ἑκαταῖος Εὐρώπῃ, Πικίας ἔθνος Ἰταλίας, Παρίας· ἔστι δὲ ὄνομα…
Herodian 1.408
char LCS 32 (5.0%) · word LCS 7 (5.0%)
Stephanos
…οπίας. ὁ πολίτης Ἀσιάτης. τὸ ἐθνικὸν Ἀσιεύς, ὡς Ὑρία Ὑριεύς. ἔστι καὶ Ἄσιος λειμών. Ὅμηρος “Ἀσίῳ ἐν λειμῶνι”. ἢ μᾶλλον Ἀσίας, ἀντὶ τοῦ Ἀσίου (γενικὴ γάρ ἐστιν, οὐκ Ἀσιανῷ· ἀγνοεῖ γὰρ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην) καὶ ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς ἐυμμελίω.
Herodian
…υ Ἀτρείδεω, Ὀρέστου Ὀρέστεω, Αἰνείου Αἰνείεω, ἀπαθεῖς δηλονότι οὖσαι· ἐὰν γὰρ πάθωσι, πρὸ μιᾶς τοῦ τέλους ἔχουσι τὴν ὀξεῖαν οἷον Ἑρμείου Ἑρμείεω καὶ κατὰ συγκοπὴν Ἑρμείω παροξυτόνως »Ἥρης Ἑρμείω τε« (Ο 214), Ἀσίας Ἀσίου καὶ Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς εὐμμελίω »Ἀσίω ἐν λειμῶνι« (Β 461). εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, παροξύνονται οἷον αὐλητοῦ αὐλητέω, Θαλῆς Θαλοῦ (ἔστι δὲ ὄνομα κύριον) τοῦ Θαλέω. Αἱ διὰ τοῦ 'αο' Βοιωτικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικ…