Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀσίνη, πόλις Λακωνικὴ ἀπὸ Ἀσίνης θυγατρὸς Λακεδαίμονος. δευτέρα Μεσσήνης παρὰ τὴν Λακωνικήν, οἰκισθεῖσα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίας. τὸ ἐθνικὸν Ἀσιναῖος καὶ Ἀσινεύς, καθὼς Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου.
…ῳ τῇ νήσῳ. Πολύβιος δὲ ἀρσενικῶς τὸν Ἀρκεσίνην φησίν. Ἀχραδίνη νῆσος πόλιν ἔχουσα πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολέμησε Μάρκος ὁ Ῥωμαίων στρατηγός, ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. Ἀσίνη πόλις Λακωνικὴ ἀπὸ Ἀσίνης θυγατρὸς Λακεδαίμονος, δευτέρα Μεσσήνης παρὰ τὴν Λακωνικήν, οἰκισθεῖσα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίας. ἔστι δὲ καὶ πόλις πρὸς Ἑρμιόνῃ. Βιβλίνη χώρα Θρᾴκης. ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος. οἱ δὲ ἀπὸ Βιβλίας ἀμπέλου. Σῆμος δ´ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος. Βολβιτίνη πόλις Αἰγύπτου. Ἑκαταῖος. Βολίνη π…