Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μῆλος, νῆσος μία τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα πόλιν. Φοίνικες οὖν οἰκισταὶ πρότερον, ὅθεν καὶ Βυβλίς ἐκλήθη ἀπὸ τῶν Βυβλίων Φοινίκων· ἀλλὰ καὶ Ζεφυρία· ὁ πολίτης “Διαγόρας ὁ Μήλιος καὶ ..... ποιητής”, καὶ Σωκράτης κατ´ Ἀριστοφάνην. οἱ δ´ ἐν Θετταλίᾳ Μηλιεῖς. ἔστι καὶ κώμ…
…αμοῦ». λέγεται δὲ κατὰ διάλεκτον Νῆλος. καὶ τὸ δειλός ὀξύνεται. Τὰ εἰς 'λος' δισύλλαβα κύρια τῷ 'η' παραληγόμενα περισπᾶται, οἷον Μῆλος Μαντοῦς υἱός, ἀφ´ οὗ Μαλόεις τόπος ἐν Λέσβῳ, ὡς Ἑλλάνικος ἐν Λεσβιακῶν πρώτῳ καὶ Μῆλος μία τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. ἔστι καὶ κώμη τῆς Ἀκαρνανίας. Βῆλος ὁ Ζεύς καὶ Βῆλος ἡ καὶ Μῆλος πρὸς ταῖς Ἡρακλέους στήλαις ἀμφοτέρων ἐτύμως λεγομένων τῷ τοὺς ἀρχαιοὺς βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας καὶ ταύτην κεῖσθαι παρὰ τὸν οὐδὸν τοῦ Ὠκεανοῦ. Μ…
Μῆλος, νῆσος μία τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα πόλιν. Φοίνικες οὖν οἰκισταὶ πρότερον, ὅθεν καὶ Βυβλίς ἐκλήθη ἀπὸ τῶν Βυβλίων Φοινίκων· ἀλλὰ καὶ Ζεφυρία· ὁ πολίτης “Διαγόρας ὁ Μήλιος καὶ ..... ποιητής”, καὶ Σωκράτης κατ´ Ἀριστοφάνην. οἱ δ´ ἐν Θετταλίᾳ Μηλιεῖς. ἔστι καὶ κώμ…
…Λάπιθος ἀφ´ οὗ Λαπίθης, λέκιθος, ἔριθος, Μίκυθος, ἄκυθος ἡ μὴ τίκτουσα, μαμμάκυθος ὁ μωρός, Αἴνηθος ὄρος. Αἰσχύλος. Λάπηθος πόλις Κύπρου. Ἀλέξανδρος Ἐφέσιος «Βήλου δ´ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος». Πεπάρηθος νῆσος τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. Σεσάρηθος πόλις Ταυλαντίνων, ὥς φησιν Ἑκαταῖος. Κάνηθος, Ὄρηθος, Σέβηθος ὄνομα ποταμοῦ. ἐπίληθος «νηπενθές τ´ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων» (Od. δ 221). Ναύαιθος ποταμὸς Ἰταλίας. Φάρβαιθος πόλις Αἰγύπτου. Κέλαιθος…