Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μίδεια, πόλις ἐν Ἄργει, ἡ νῦν κώμη, ἡ πρότερον Περσέως πόλις· ἀπὸ Μιδείας τῆς Ἀλωέως θυγατρός. λέγεται καὶ χωρὶς τοῦ « ι » Μιδέα· ὁ πολίτης Μιδεάτης καὶ θηλυκὸν Μιδεᾶτις καὶ Μιδεαῖος. ἔστι δὲ καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος “οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν”. ἔστι καὶ Λυκίας ἄλλη.
Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ 'ι'. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ ἀπὸ Ὀρνέας νύμφης ἢ ὅτι ἐφ´ ὕψους κεῖται ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ—ὀξύνεται ὡς πληθυντικά. τὸ δὲ γενεά, δωρεά, ὀχεά περιεκτικά ἐστιν. Τὰ εἰς '…