Μιλύαι

Stephanos of Byzantium - Ethnika

Μιλύαι OCR ✓ Trans ✓ Confirmed ✓
people
Μιλύαι, οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης πρώτῳ βασιλέων. καὶ ἡ χώρα Μιλυάς ὡς Μινυάς. λέγονται καὶ Μίλυες, ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. τὸ ἐθνικὸν Μιλυεύς καὶ Μιλυίτης.

Milyai: formerly the Solymoi, as Timagenes in book 1 of Kings. And the country Milyas, as 'Minyas'. They are also called Milyes. From Milye, the wife and sister of Solymos, later the wife of Kragos. The ethnonym is 'Milyeus' and 'Milyites'.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.52
char LCS 77 (44.5%) · word LCS 14 (42.4%)
Stephanos
Μιλύαι, οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης πρώτῳ βασιλέων. καὶ ἡ χώρα Μιλυάς ὡς Μινυάς. λέγονται καὶ Μίλυες, ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. τὸ ἐθνικὸν Μιλυεύς καὶ Μιλυίτης.
Herodian
…ῖοι. Ματόας· οὕτω πάλαι ὑπὸ Σκυθῶν ἐκαλεῖτο Ἴστρος ὁ ποταμός. Ματόας δέ ἐστι κατ´ Ἕλληνας ἄσιος. πατραλοίας. Μαρσύας, Ἰχθύας, Ὀθρύας, Μινύας ἔθνος Θεσσαλίας, Μιλύας ἔθνος οἱ πρότερον Σόλυμοι ὡς Τιμαγένης πρώτῳ βασιλέων. λέγονται καὶ Μίλυες ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός.
Herodian 1.236
char LCS 30 (17.3%) · word LCS 5 (15.2%)
Stephanos
Μιλύαι, οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης πρώτῳ βασιλέων. καὶ ἡ χώρα Μιλυάς ὡς Μινυάς. λέγονται καὶ Μίλυες, ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. τὸ ἐθνικὸν Μιλυεύς καὶ Μιλυίτης.
Herodian
…ἔθνος Ἰβηρικόν, Μάζυς ἔθνος Λιβύης νομαδικόν. Ἑκαταῖος περιηγήσει. εἰσὶ δὲ καὶ ἕτεροι Μάξυες καὶ ἕτεροι Μάχλυες. Μάκρυς ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ 'ι' τούτους φησί. Μίλυς ἔθνος. Μίλυες γὰρ καὶ Μιλύαι καλοῦνται οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης ἐν πρώτῳ βασιλέων. Σάλλυς ἔθνος Λιγυστικὸν πολεμῆσαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ χρονικῶν. βότρυς· ἔστι δὲ καὶ πόλις Φοινίκης. Ἕρπυς, Ἅλυς, Φόρκυς, μάρτυς, ὃ ἡ τῶν Αἰολέων διάλεκτος διὰ τοῦ 'ρ' προφέρει. τὸ ἰχθῦς προση…