Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μίνῳα, [πόλις] ἐν Ἀμοργῷ τῇ νήσῳ, μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ, μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μίνῳαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μίνῳα· ἔστι καὶ Ἀραβίας, ἧς οἱ πολῖται Μινωῖται, ἀπὸ Μίνωος. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων. καὶ ἡ Πάρος Μίνῳα· οἱ πολῖται Μινῷαι.
…τέλλει τὸ 'α' καὶ ἐκτείνει τὸ 'υ' καὶ προπαροξύνει, ἐναλλαγὴν τόνου καὶ χρόνου πεποιηκώς. Τὰ εἰς 'α' μακρὸν καθαρὸν τῷ 'ω' παραληγόμενα βαρύνεται, ὤα ἡ μηλωτή, Κριώα δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ψοθώα ἡ ψώρα. ὡσαύτως καὶ Μινῴα πόλις ἐν Ἀμοργῷ τῇ νήσῳ μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινῴαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μινῴα, ὅτι Μίνως σὺν τοῖς ἀδελφοῖς Αἰακῷ καὶ Ῥαδαμάνθυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεσεν. ἔστι καὶ Ἀραβίας. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων καὶ ἡ Πάρος Μινῴα. ἠῴα, προθυρῴα, ὑπερῴα τριγενῆ. ταῦτα δὲ οὐ παρὰ …