Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μόκαρσος, Θρᾴκης χωρίον. Θεόπομπος πρώτῳ τῶν Φιλιππικῶν. τὸ ἐθνικὸν Μοκάρσιος.
… ἣν Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν Τάρσειαν διὰ τῆς 'ει' διφθόγγου οἶδεν. Τὰ δὲ ὑπερδισύλλαβα ἔχοντα πρὸ ἀμεταβόλου τὸ 'α' ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται, Βάγαρσος, Μάγαρσος πόλις Κιλικίας. Μαίμαρσος πόλις Ἴστρων. Μόκαρσος Θρᾴκης χωρίον. Θεόπομπος πρώτῳ τῶν Φιλιππικῶν. Τούτοις ἀκολουθεῖ καὶ τὸ Ἀγάθυρσος εἴτε κύριον εἴτε ἐθνικὸν εἴη. ἔστι δὲ ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ ἀπ´ Ἀγαθύρσου τοῦ Ἡρακλέους ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. λέγονται καὶ Ἀγαθύρσιοι. καὶ τὸ Πέτ…