Μοτύη

Stephanos of Byzantium - Ethnika

Μοτύη OCR ✓ Trans ✓ Confirmed ✓
city
Μοτύη, πόλις Σικελίας, ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάττιον. τὸ ἐθνικὸν Μοτυαῖος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.307
char LCS 134 (85.9%) · word LCS 21 (84.0%)
Stephanos
Μοτύη, πόλις Σικελίας, ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάττιον. τὸ ἐθνικὸν Μοτυαῖος.
Herodian
πολυίστωρ »γῆ Ὀλυμπία, Ὠκεανία, Ἐσχατιά, Κορυφή, Ἑσπερία, Ὀρτυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσσα, Λιβύη, Κηφηνία, Ἀερία«. Βιζύη πόλις Θρᾴκης τὸ τῶν Ἀστῶν βασίλειον, Μιλύη ἡ γυνὴ Σολύμου, ἀφ´ ἧς Μιλύαι. Μοτύη πόλις Σικελίας ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάσσιον. Πισύη πόλις Καρίας. λέγεται καὶ Πιτύη. Μαντύη πόλις Ῥωμαίων, ἣ καὶ Μαντύα. Τὰ διὰ τοῦ 'ωη' ὀξύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ σὺν τῷ 'ι', ἐξ οὗ καὶ τὸ ἀθῷος, δμῳή, ἐρωή, ἰωή, ἀλῳή· τοῦτο δὲ ἀπὸ τοῦ ἀλοιῶ ῥήμ…