Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μύης, Μύητος, ὡς Φάγρης Φάγρητος, πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Μυήσιος ὡς Φαγρήσιος.
…νος· λέγονται καὶ Δάσαι μετὰ τοῦ 'ς'. Κλεύης, γλοίης, Βρύης. Τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ 'υ' ὥσπερ καὶ τὸ Θυῆς, Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως κλινόμενα βαρύνονται Γύης Γύητος βασιλεὺς τῶν Φρυγῶν, Μύης πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ λυῆς λυῆντος ἀπὸ τοῦ λυήεις· καὶ τὸ ζαής ὡς σύνθετον ὀξύνεται. παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς 'ν' περατωθείσης «ὦρσε δ´ ἐπὶ ζαῆν ἄνεμον» (Od. μ 313)· τοῦτο δὲ ἔδε…