Μυκάλη

Stephanos of Byzantium - Ethnika

Μυκάλη OCR ✓ Trans ✓ Confirmed ✓
city
Μυκάλη, πόλις Καρίας. Ἡρόδοτος πρώτῃ. τὸ ἐθνικὸν Μυκαλήσιος ὡς Ἰθακήσιος. Τρύφων δὲ Μυκαλεύς φησιν ἐν παρωνύμοις. λέγεται καὶ θηλυκῶς Μυκαλησίς, ὡς Σώστρατος ὁ Φαναγορείτης. Δίδυμος δ´ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνες ἐπὶ τόκῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μυχῷ κεῖται τῆς Καρικῆς ἁλός. ἔστιν οὖν ἡ Μυκάλη καὶ πόλις καὶ ὄρος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.321
char LCS 67 (20.7%) · word LCS 12 (19.0%)
Stephanos
… πρώτῃ. τὸ ἐθνικὸν Μυκαλήσιος ὡς Ἰθακήσιος. Τρύφων δὲ Μυκαλεύς φησιν ἐν παρωνύμοις. λέγεται καὶ θηλυκῶς Μυκαλησίς, ὡς Σώστρατος ὁ Φαναγορείτης. Δίδυμος δ´ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνες ἐπὶ τόκῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μυχῷ κεῖται τῆς Καρικῆς ἁλός. ἔστιν οὖν ἡ Μυκάλη καὶ πόλις καὶ ὄρος.
Herodian
…εια, Μαντίνεια, Ἐρύθεια, Ζέλεια, ἀφ´ οὗ κατὰ συναλοιφὴν ἐγένετο ὡς Ἀγάμμη, Μαντίνη, Ζέλη, Ἐρύθη. Μυκάλη πόλις Καρίας. Ἡρόδοτος πρώτῃ (c. 148). Δίδυμος δ´ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνες ἐπ´ οἴκτῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μέσῳ κεῖται τῆς Καρικῆς ἁλός. Πατάλη πόλις Ἰνδική, ἣ καὶ Πάταλα λέγεται, Πετάλη, Μυρτάλη. Ἀρβουκάλη πόλις μεγίστη τῶν ἐντὸς Ἴβηρος ποταμοῦ, ἣν μόλις εἷλεν Ἀννίβας, ὡς Πολύβιος τρίτῃ. Σφενδάλη δῆμος Ἱπποθοωντίδος φυλῆς. Με…