Μυκαλησσός

Stephanos of Byzantium - Ethnika

Μυκαλησσός OCR ✓ Trans ✓ Confirmed ✓
city
Μυκαλησσός, πόλις μεσογεία Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ. ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος τρίτῳ. τὸ ἐθνικὸν Μυκαλήσσιος καὶ Μυκαλησσία. ἔστι καὶ ὄρος Μυκαλησσός ἐναντίον Σάμου. καὶ Μυκαλησσίς τὸ θηλυκόν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.210
char LCS 140 (57.4%) · word LCS 29 (63.0%)
Stephanos
Μυκαλησσός, πόλις μεσογεία Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ. ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος τρίτῳ. τὸ ἐθνικὸν Μυκαλήσσιος καὶ Μυκαλησσία. ἔστι καὶ ὄρος Μυκαλησσός ἐναντίον Σάμου. καὶ Μυκαλησσίς τὸ θηλυκόν.
Herodian
…εἴη. τὰ δὲ ἓν ἀναδεξάμενα 'σ' βαρύνεται, σπάνια δέ ἐστι, χωρὶς εἰ μὴ ἔννοιαν συνθέσεως ἔχοι. Ταρτησσός πόλις Ἰβηρίας ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ ὄρους ῥέοντος. Λυρνησσός πόλις Τρωϊκή. Λυκαβησσός. Μυκαλησσός πόλις ἐν μεσογείᾳ Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ (c. 29). ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος τρίτῳ. ἔστι καὶ ὄρος Μυκαλησσός ἐναντίον Σάμου. Τευμησσός ὄρος Βοιωτίας. Ὅμηρος ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ (v. 224) »εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην«. ἄστυ, ὡς Δημοσθένης ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δ´ οὕτως, ὡς Ἀντίμ…