Μύκονος

Stephanos of Byzantium - Ethnika

Μύκονος OCR ✓ Trans ✓ Confirmed ✓
island
Μύκονος, μία τῶν Κυκλάδων, ἀπὸ Μυκόνου τοῦ Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος. Θουκυδίδης τρίτῃ. καὶ Στράβων δεκάτῃ “Μύκονος δ´ ἐστίν, ὑφ´ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ´ Ἡρακλέους καταλυθέντας, ἀφ´ ὧν ἡ παροιμία ‚πάντα ὑπὸ μίαν Μύκονον‛ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγόντων τὰ διῃρημένα τῇ φύσει. καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ”. ὁ νησιώτης Μυκόνιος.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.185
char LCS 142 (40.3%) · word LCS 28 (40.6%)
Stephanos
Μύκονος, μία τῶν Κυκλάδων, ἀπὸ Μυκόνου τοῦ Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος. Θουκυδίδης τρίτῃ. καὶ Στράβων δεκάτῃ “Μύκονος δ´ ἐστίν, ὑφ´ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ´ Ἡρακλέους καταλυθέντας, ἀφ´ ὧν ἡ παροιμία ‚πάντα ὑπὸ μίαν Μύκονον‛ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγόντων τὰ διῃρημένα τῇ φύσει. καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ”. ὁ νησιώτης Μυκόνιος.
Herodian
δεκάτῃ «Μύκονος δ´ ἐστίν, ὑφ´ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ´ Ἡρακλέους καταλυθέντας, ἀφ´ ὧν ἡ παροιμία ‘πάντα ὑπὸ μίαν Μύκονον’ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγαγόντων τὰ διῃρημένα τῇ φύσει· καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ». Ἤδονος ποταμός. τὸ δὲ ἡμίονος, ἔγγονος, πρόγονος, ἄτονος σύνθετά εἰσιν. Τὰ εἰς 'υνος' ὑπερδισύλλ…
Herodian 1.184
char LCS 35 (9.9%) · word LCS 7 (10.1%)
Stephanos
Μύκονος, μία τῶν Κυκλάδων, ἀπὸ Μυκόνου τοῦ Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος. Θουκυδίδης τρίτῃ. καὶ Στράβων δεκάτῃ “Μύκονος δ´ ἐστίν, ὑφ´ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφ´ Ἡρακλέους καταλυθέντας, ἀφ´ ὧν ἡ παροιμία ‚πάντα ὑπὸ μίαν Μύκονον‛ ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγόντων τὰ …
Herodian
…γεινός, βορεινός, ταπεινός τὸ ἐπίθετον. ἐλεεινός, αἰπεινός, ὀρεινός, ποθεινός, φωτεινός καὶ τὸ κύριον ὁμοίως. τὸ δὲ εὔξεινος σύνθετον ὂν προπαροξύνεται. * Τὰ διὰ τοῦ 'ονος' ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Μύκονος υἱὸς Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος καὶ ἀπ´ αὐτοῦ Μύκονος μία τῶν Κυκλάδων. Θουκυδίδης τρίτῃ (c. 29) καὶ Στράβων