Μυλαί

Stephanos of Byzantium - Ethnika

Μυλαί OCR ✓ Trans ✓ Confirmed ✓
city
Μυλαί, πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Μυλαΐτης, ὡς τῶν Θηβῶν Θηβαΐτης, Ἀθῆναι Ἀθηναΐτης. εἰσὶ γὰρ οἳ οὕτω λέγονται. καὶ τὸ θηλυκὸν Μυλαῗτις. εἰσὶ δὲ Μυλαί καὶ Θετταλίας, ἧς τὸ ἐθνικὸν Μυλαῖος.

Mylai: a city of Sicily. Hekataios in his Europa. A citizen is a 'Mylaites'. For there are some who are so called. In the feminine 'Mylaitis'. There are also Mylai of Thessaly, whose ethnonym is 'Mylaios'.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.320
char LCS 32 (19.6%) · word LCS 5 (15.6%)
Stephanos
Μυλαί, πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ὁ πολίτης Μυλαΐτης, ὡς τῶν Θηβῶν Θηβαΐτης, Ἀθῆναι Ἀθηναΐτης. εἰσὶ γὰρ οἳ οὕτω λέγονται. καὶ τὸ θηλυκὸν Μυλαῗτις. εἰσὶ δὲ Μυλαί καὶ Θετταλίας, ἧς τὸ ἐθνικὸν Μυλαῖος.
Herodian
Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ ἦν παρ´ Ἀττικοῖς. ἀλλὰ μέμνηται Σαπφὼ ἐν δευτέρῳ ἐγὼ δ´ ἐπὶ μαλθάκαν τύλαν κασπολέω μέλεα καὶ ἀσάμενον τύλᾳ κασπολέω. οὐ γὰρ ὁ τέ σύνδεσμος. μύλη καὶ Μύλαι πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. καὶ Θετταλίας. πύλη. ἔστι καὶ τόπος Ἀρκαδίας Πύλαι, ὃς καὶ Πυλαία. σύλη ἐν Σαμίων ὥροις. »καὶ οὐδένα κατέδησεν ὦν τῆς σύλης μετασχεῖν«. Λύλη πόλις Ἀρκαδίας, ὕλη καὶ Ὕλη πόλις Βοιωτίας. Ὅμηρος (Β 500) »οἵ τ´ Ἐλεῶν´ εἶχο…