Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Βῆσσα, πόλις Λοκρῶν. Ἡρωδιανὸς δι´ ἑνὸς « σ » γράφει, Ἀπολλόδωρος δὲ καὶ Ἐπαφρόδιτος καὶ Ἡρακλέων διὰ δύο. “Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινάς”. ὠνομάσθη δὲ ἀπὸ τῆς τοῦ τόπου φύσεως ναπώδους οὔσης. τὸ ἐθνικὸν Βησσαῖος.
… ἵδρυται Διόνυσος Βρισαῖος. Νῖσα ἡ πόλις. Νῦσα πόλεις πολλαί, ἐν Ἑλικῶνι, ἐν Θρᾴκῃ, ἐν Καρίᾳ, ἐν Ἀραβίᾳ, ἐν Αἰγύπτῳ, ἐν Νάξῳ, ἐν Ἰνδοῖς, ἐπὶ τοῦ Καυκάσου ὄρους, ἐν Εὐβοίᾳ. φῦσα, βῆσσα καὶ Βῆσα πόλις Λοκρῶν δι´ ἑνὸς 'σ', Ἀπολλόδωρος δὲ καὶ Ἐπαφρόδιτος καὶ Ἡρακλέων διὰ δύο »Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινάς« (Β 532). ὠνομάσθη δὲ ἀπὸ τῆς τοῦ τόπου φύσεως ναπώδους οὔσης. Κρῆσσα πόλις Παφλαγονίας, ἣν