Μύλασα

Stephanos of Byzantium - Ethnika

Μύλασα OCR ✓ Trans ✓ Confirmed ✓
city
Μύλασα, πόλις Καρίας, ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. τὸ ἐθνικὸν Μυλασεύς. οὕτως γὰρ ἀναγράφουσι πολλοί, ὡς Μένανδρος Καταψευδομένῳ.

Mylasa: a city of Karia, from Mylasos, son of Chrysaor, son of Glaukos, son of Sisyphos, son of Aiolos. It is also called Mylasos, as Aischylos in Karseis or Europa. The ethnonym is 'Mylaseus'. For thus many record it, as Menandros in the Katapseudomenos.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.389
char LCS 110 (62.5%) · word LCS 22 (68.8%)
Stephanos
Μύλασα, πόλις Καρίας, ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. τὸ ἐθνικὸν Μυλασεύς. οὕτως γὰρ ἀναγράφουσι πολλοί, ὡς Μένανδρος Καταψευδομένῳ.
Herodian
… πόλις Καρίας ἀπὸ Ἁρπάσου ποταμοῦ. Βάργασα πόλις Καρίας ἀπὸ Βαργάσου τοῦ υἱοῦ Βάργης καὶ Ἡρακλέους, ὃν ἐδίωξε Λάμος ὁ Ὀμφάλης καὶ Ἡρακλέους, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Γέρασα πόλις τῆς κοίλης Συρίας, τῆς δεκαπόλεως. Μύλασα πόλις Καρίας ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Πήγασα πόλις Καρίας. δεῖ δὲ οὐ διὰ τοῦ 'δ' γράφειν Πήδασα, ἀλλὰ διὰ τοῦ 'γ' Πήγασα. Κύρβασα πόλις Καρίας. Δέδμασα πόλις Καρίας. Ἱέρασα ἢ Ἴρασα τόπος Λιβύης, εἰς ὃν μετήγαγον Βάττον οἱ Λίβυες, ὡς Ἡρόδοτος τετάρτῃ (c. 15…
Herodian 1.209
char LCS 38 (21.6%) · word LCS 7 (21.9%)
Stephanos
Μύλασα, πόλις Καρίας, ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. τὸ ἐθνικὸν Μυλασεύς. οὕτως γὰρ ἀναγράφουσι πολλοί, ὡς Μένανδρος Καταψευδομένῳ.
Herodian
… ἡ Σάμος, Τράγασος, ἀφ´ οὗ Τραγασαί χωρίον ἐν ἠπείρῳ, Καύκασος τὸ ὄρος τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν μέγιστον, λέγεται καὶ Καύκασις διὰ τοῦ 'ι', Βάργασος, ὁ υἱὸς Βάργης καὶ Ἡρακλέους, ἀφ´ οὗ Βάργασα πόλις Καρίας, Μύλασος υἱὸς Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου, ἀφ´ οὗ Μύλασα πόλις Καρίας. λέγεται καὶ ἡ πόλις Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Νάκρασος πόλις καὶ δῆμος Καρίας. Ἀπολλώνιος δεκάτῳ Καρικῶν. Πρόγασος. Πύρασος πόλις Φθίας. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυρ…