Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μυρίανδρος, πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως. τὸ κτητικὸν Μυριανδρικὸς κόλπος.
…ς κύρια ὄντα μετ´ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη, Μίνυθρος, Ἔρυθρος ὁ ἥρως, ἀφ´ οὗ Ἐρυθρὰ ἡ θάλασσα, Χάραδρος ποταμὸς ὡς Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Χάραδρος ποταμός». Σκάμανδρος ἥρως καὶ ποταμὸς Τροίας. Μυρίανδρος πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως ( 4, 6). Μαίανδρος ποταμὸς καὶ πόλις Μαγνησίας. Ἄντανδρος πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος. ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. ἢ ἡ ἀντὶ ἀνδρὸς δεδομένη, ἐπειδὴ Ἀσκάνιος αἰχμάλωτος γίνεται ὑπὸ Πελασγῶν καὶ…