Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μυρμήκιον, πολίχνιον τῆς Ταυρικῆς. Στράβων ἑνδεκάτῃ. Ἡρωδιανὸς διὰ διφθόγγου γράφει καὶ προπερισπᾷ. τὸ ἐθνικόν, ἐὰν μὲν διὰ διφθόγγου, Μυρμηκειεύς, εἰ δὲ διὰ τοῦ « ι » γράφεται, Μυρμήκιος. Ἀρτεμίδωρος δὲ Μυρμηκίαν αὐτήν φησι.
…άλυσιν τοῦ 'ι', καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ 'α' καὶ τοῦ 'ι' πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο. ὠγενίδης ὁ ἀρχαῖος ἀπὸ Ὠγένου ἀρχαίου θεοῦ. Καὶ τὰ μητρωνυμικὰ δὲ διὰ τοῦ 'ι' γράφεται, Λητοΐδης, Δαναΐδης, Νιοβίδης, ὅθεν τὸ Φιλομηλείδης κύριον λέγεται εἶναι· εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ 'ι' ἐγράφετο ἄν· ἀλλ´ οὐδὲ Ὅμηρος ἀπὸ μητέρων σχηματίζει πατρωνυμικόν, ὥς φησι Διονύσιος. Ἔτι τὰ διὰ τοῦ 'ωδης' β…