Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Μυτιλήνη, πόλις ἐν Λέσβῳ μεγίστη. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ οἰκιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης. ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. λέγονται καὶ Μύτωνες καὶ Μυτωναῖοι καὶ Μυτιληναῖος.
…αι σατράπης. ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται«. Ἀραξηνή ἡ χώρα. τὸ δὲ Μιτυλήνη, βαρύνεται. ἔστι δὲ πόλις ἐν Λέσβῳ μεγίστη. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ κτιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης· ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησιν. λέγεται δὲ καὶ Μυτιλήνη. καὶ τὸ
…νη, πόλις ἐν Λέσβῳ μεγίστη. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ οἰκιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης. ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. λέγονται καὶ Μύτωνες καὶ Μυτωναῖοι καὶ Μυτιληναῖος.
…Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. οὕτως ἐλέγετο ἡ λίμνη Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς Ἀρτεμίδωρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ (Argon. I 527, IV 583). καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι »τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας«. Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θ…