Νάαρδα

Stephanos of Byzantium - Ethnika

Νάαρδα OCR ✓ Trans ✓ Confirmed ✓
city
Νάαρδα, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. τὸ ἐθνικὸν Νααρδηνός τῷ ἐγχωρίῳ τύπῳ.

Naarda: a city of Syria by the Euphrates, as Arrian in the Parthica, book 11, records. The ethnic is Naardenos, in the local form.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.380
char LCS 56 (64.4%) · word LCS 10 (62.5%)
Stephanos
Νάαρδα, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. τὸ ἐθνικὸν Νααρδηνός τῷ ἐγχωρίῳ τύπῳ.
Herodian
…καονίας. Οἰνόανδα πόλις Λυκίας. Ἀλέξανδρος ἐν πρώτῳ Λυκιακῶν. Πάσσανδα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κισθήνην. Λαλίσανδα πόλις Ἰσαυρική. Ἄλινδα πόλις Καρίας, ὡς Πολυίστωρ, Πίγινδα δῆμος Καρίας. Κάλυνδα πόλις Καρίας. Νάαρδα πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. Κύαρδα πόλις Καρίας ἀπὸ Κυάρδου βασιλέως Καρῶν, υἱοῦ Βαργάσου. τὸ δὲ Ἠμωδόν ὄρος Ἰνδικὸν ὀξύνεται, τινὲς δὲ προπαροξυτόνως Ἤμωδον λέγουσιν. * Τὰ εἰς 'θον' οὐδέτερα κύρια βαρύνεται, Τρικόρυνθον οὐδετέρως Δίδυμος καὶ Διό…
Herodian 1.149
char LCS 24 (27.6%) · word LCS 5 (31.2%)
Stephanos
Νάαρδα, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. τὸ ἐθνικὸν Νααρδηνός τῷ ἐγχωρίῳ τύπῳ.
Herodian
…, Λάβδακος, Πίνακος, Ἀσσάρακος, Ἴθακος ἥρως. τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ «Ἴθακος Ὀδυσσεύς». Φύλακος, Ὕλακος, Νώρακος πόλις Παννονίας. Γάζακος κώμη μεγάλη τῆς Μηδίας. Ἀρριανὸς ἐν Παρθικῶν τετάρτῃ «τῆς Γαζάκου» Θάψακος πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ. Θεόπομπος ἐν Φιλιππικῶν τρίτῳ. σεσημείωται τὸ Ἀστακός—πόλις Βιθυνίας ἀπὸ Ἀστακοῦ τοῦ Ποσειδῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. ἔστι καὶ Ἀκαρνανίας πόλις—καὶ Ναννακός καὶ Θημακός δῆμος τῆς Ἐρεχθη…