Ναβαταῖοι

Stephanos of Byzantium - Ethnika

Ναβαταῖοι OCR ✓ Trans ✓ Confirmed ✓
people
Ναβαταῖοι, ἔθνος τῶν εὐδαιμόνων Ἀράβων, ἀπὸ Ναβάτου τινός. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. ἀπὸ οὖν τοῦ Ναβάτης Ναβαταῖος καὶ Ναβατηνή ἡ χώρα καὶ Ναβατηνός ὄνομα κύριον.

Nabataioi: a people of the Eudaimones Arabs, named after someone called Nabatos. Now Nabates in Arabic means “one born of adultery.” Hence from Nabates comes Nabataios. And Nabatenē is the country; and Nabatenos is a personal name.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.73
char LCS 42 (27.3%) · word LCS 8 (27.6%)
Stephanos
Ναβαταῖοι, ἔθνος τῶν εὐδαιμόνων Ἀράβων, ἀπὸ Ναβάτου τινός. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. ἀπὸ οὖν τοῦ Ναβάτης Ναβαταῖος καὶ Ναβατηνή ἡ χώρα καὶ Ναβατηνός ὄνομα κύριον.
Herodian
καὶ Χαριμάται, κάτω δ´ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί«. Ναβάτης ἀφ´ οὗ ἔθνος τῶν εὐδαιμόνων Ἀράβων. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. οἰκέτης, ὀφελέτης, φυλέτης, εὐνέτης, ἐρέτης, γενέτης, γαμέτης, Μακέτης ὁ Μακεδών, Ματυκέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Μασσαγέτης ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. Εὐεργέτης Σκυθικὸν ἔθνος. Στράβων ὃ καὶ Ἀριμα…
Herodian 1.131
char LCS 39 (25.3%) · word LCS 7 (24.1%)
Stephanos
Ναβαταῖοι, ἔθνος τῶν εὐδαιμόνων Ἀράβων, ἀπὸ Ναβάτου τινός. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. ἀπὸ οὖν τοῦ Ναβάτης Ναβαταῖος καὶ Ναβατηνή ἡ χώρα καὶ Ναβατηνός ὄνομα κύριον.
Herodian
… «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσι ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν». Κλεωναῖος «Κλεωναίοιο χάρωνος». βωμιαῖος. Σοφοκλῆς Αἰχμαλωτίσι «καὶ βωμιαῖον ἐσχάρας λαβὼν λίθον». Ναβαταῖος ἔθνος τῶν εὐδαιμόνων Ἀράβων ἀπὸ Ναβάτου τινός. Παραυαῖοι ἔθνος Θεσπρωτικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν «σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας». καλοῦνται δὲ ἀπὸ τοῦ παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι. Τιλαταῖος ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ (c. 96). Τραγασαῖος…