Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Νάγιδος, πόλις μεταξὺ Κιλικίας καὶ Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ “μετὰ δὲ Νάγιδος πόλις, ἀπὸ τοῦ Νάγιδος κυβερνήτου, καὶ νῆσος Ναγιδοῦσσα”. Νάγιδος δ´ ἐκλήθη διὰ τὸ Νάγιν αὐτὴν κτίσαι. ὁ πολίτης Ναγιδεύς.
…Κινδαψοῦ παῖς, ἀφ´ οὗ Μασανώραδα πόλις Καρίας. Τένεδος νῆσος τῶν Σποράδων, ὡς Ἑκαταῖος, ἐν Ἑλλησπόντῳ. ἔστι καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτήν φησιν. Λέβεδος, Κάπεδος, Ἄλγιδος πόλις Ἰταλίας, Νάγιδος πόλις μεταξὺ Κιλικίας καὶ Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Νάγιδος πόλις, ἀπὸ τοῦ Νάγιδος κυβερνήτου καὶ νῆσος Ναγιδοῦσσα». κόρυδος, ὅπερ οἱ Ἀττικοὶ ὀξύνουσιν. Τὰ εἰς 'δος' ὑπερδισύλλαβα ἔχοντα κατ´ ἐπιπλοκὴν σύμφωνον κύρια ἢ προσηγορικὰ βαρύνεται, μόλυβδος, σμάραγδος, Κύαρδος βασιλεὺς Καρῶν, υἱὸς Βαργάσου. Λίχανδος πόλις Σικελίας. Φίλιστο…