Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Νᾶρυξ, πόλις Λοκρίδος, θηλυκῶς λεγομένη. τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν. ἐξ ἧς Αἴας. ὁ πολίτης Ναρύκιος καὶ Ναρυκία. καὶ Ναρύκιον δὲ οὐδετέρως. λέγεται καὶ Ναρύκη καὶ Ναρυκαῖος θηλυκῶς καὶ οὐδετέρως.
…ὶ τοῦ θρόνου παρὰ Κορίννῃ, θρῆνυξ ἐπὶ τοῦ αὐτοῦ καὶ ἔστιν ἡ χρῆσις παρ´ Εὐφορίωνι ἐν Πολυχάρει, ἶβυξ, ἔστι δὲ εἶδος ὀρνέου, ἶδυξ ἐπὶ τῆς ἴκτιδος ὡς Ἀλέξανδρος ὁ Μύνδιος, κῆρυξ, Κῆϋξ, κῶδυξ ἐπὶ τοῦ κωδύου, Νᾶρυξ· ἔστι δὲ πόλις Λοκρίδος θηλυκῶς λεγομένη, τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ σκιά, πῶϋγξ. Βέβρυξ, ἔστι δὲ ἔθνη δύο τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ Β…