Ναύκρατις

Stephanos of Byzantium - Ethnika

Ναύκρατις OCR ✓ Trans ✓ Confirmed ✓
city
Ναύκρατις, πόλις Αἰγύπτου, ἀπὸ Μιλησίων τότε θαλασσοκρατούντων. καὶ Στράβων ἑπτακαιδεκάτῃ. ὁ πολίτης Ναυκρατίτης καὶ θηλυκῶς, καὶ Ναυκρατιώτης ὡς Πηλουσιώτης, ἴσως ἀπὸ τοῦ Ναυκράτιον ἢ Ναυκρατία, ὡς Ἰταλία Ἰταλιώτης.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.103
char LCS 54 (29.8%) · word LCS 7 (25.0%)
Stephanos
Ναύκρατις, πόλις Αἰγύπτου, ἀπὸ Μιλησίων τότε θαλασσοκρατούντων. καὶ Στράβων ἑπτακαιδεκάτῃ. ὁ πολίτης Ναυκρατίτης καὶ θηλυκῶς, καὶ Ναυκρατιώτης ὡς Πηλουσιώτης, ἴσως ἀπὸ τοῦ Ναυκράτιον ἢ Ναυκρατία, ὡς Ἰταλία Ἰταλιώτης.
Herodian
… ἀπὸ ἀρσενικῶν εἰς 'ης' γενόμενα. * Τὰ εἰς 'τις' ὀνόματα πόλεων πολυσύλλαβα τῷ 'α' ἢ 'ο' παραληγόμενα βαρύνεται, Κάλλατις πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου. Στράβων ἑβδόμῃ· ὡς κάλαθος εὑρέθη ἐοικὼς τοῖς θεσμοφοριακοῖς. Ναύκρατις πόλις Αἰγύπτου ἀπὸ Μιλησίων τότε θαλασσοκρατούντων ὡς Στράβων ἑπτακαιδεκάτῃ. Ὀνείβατις πόλις Αἰγύπτου Ἑκαταῖος περιηγήσει Λιβύης. Ἰαγξούατις πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. Ἄβοτις πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος. Κράμβοτις πόλις Αἰγύπτου, ἣν Ἑκαταῖος περιηγήσει Λιβύης Κράμβουτ…