Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Νέδη, πόλις Ἀρκαδίας, ἀπὸ νύμφης Νέδης. Εὐφορίων δὲ Νεδέην [καὶ] αὐτήν φησι. τὸ κτητικὸν Νεδεήσιος.
…αχεῖαν μὴ εἰς σύμφωνον καταλήγουσαν, εἰ μὲν κύρια ὦσιν ἢ οὐσίαν σημαίνει, βαρύνεται, πέδη, κνίδη, σίδη. ἔστι καὶ Σίδη πόλις Παμφυλίας ὡς Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σίδης τῆς θυγατρὸς μὲν Ταύρου, γυναικὸς δὲ Κιμώλου. Νέδη πόλις Ἀρκαδίας ἀπὸ νύμφης Νέδης. Εὐφορίων δὲ Νεδέην αὐτήν φησι. Ὕδη πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη δυναστεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Ὅμηρος δὲ διὰ τοῦ 'λ' (Il. Η 221). »σκυτοτόμων ὄχ´ ἄριστος Ὕλῃ ἐνὶ οἰκία ναίων«. Μαιάνδριος δ´, ὃν Νικά…