Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Νεών, πόλις Φωκίδος. Ἡρόδοτος ὀγδόῃ. τὸ ἐθνικὸν Νεώνιος ὡς Ἐλεών Ἐλεώνιος, καὶ Νεωνία καὶ Νεωναῖος.
…εται ὡς Πλάτων, τὰ δὲ περισπᾶται ὡς Ξενοφῶν. Τὰ εἰς 'ων' ἀρσενικὰ δισύλλαβα παραληγόμενα 'α' βραχεῖ ἢ 'ε' βαρύνεται, μὴ ὄντα περιεκτικά, Φάων, Κάων, Κρέων, Θέων, Κλέων, λέων, Νέων, νεών δὲ ὡς περιεκτικόν· ὡσαύτως δὲ καὶ Νεών πόλις Φωκίδος. Ἡρόδοτος ὀγδόῃ (c. 32). Τὰ εἰς 'ων' παραληγόμενα 'α' μακρῷ βαρύνεται, Ἄων ἔθνος Βοιωτίας, Δάων ἔθνος τῆς Ἰνδικῆς ἀπὸ Δάονος, Χάων ἔθνος Ἠπείρου. Ἑλλάνικος ἱερειῶν Ἥρας τρίτῳ «Ἀμβρακιῶται καὶ οἱ μετ´ αὐτῶν Χάονες καὶ Ἠπειρῶται». καὶ ὁ Πρόξενος δὲ…