Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Νήιον, ὄρος Ἰθάκης, ἀφ´ οὗ κατὰ Κράτητα αἱ νηιάδες. οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. τὸ δὲ Ὑπονήιον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. αἱ δὲ νηιάδες ἀπὸ τοῦ νήιος ἢ ἀπὸ τοῦ νηιεύς.
…ύμφωνα, ὧν οὐδέτερον ἢ τὸ ἓν οὐκ ἔστιν ἀμετάβολον, παροξύνεται, ἰσχίον, ἱστίον, ὀγκίον, κυμβίον, ἀντίον τὸ τοῦ ἱστοῦ. τὸ σίλφιον καὶ ὅρκιον προπαροξύνεται. Τὰ διὰ τοῦ 'ηϊον' Ἰωνικὰ προπαροξύνεται, λήϊον, νήϊον· ἔστι καὶ Νήϊον ὄρος Ἰθάκης, ἀφ´ οὗ κατὰ Κράτητα αἱ νηϊάδες, οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. αἱ δὲ νηϊάδες ἀπὸ τοῦ νήϊος ἢ ἀπὸ τοῦ νηΐς. τὸ δὲ Ὑπονήϊον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. Λυκήϊον, Μιδήϊον πόλις Φρυγίας, ἣ Μιδάϊον καὶ Μιδάειον λέγεται. Ταρσήϊον πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Πολύβιος τρίτῳ (c. 24…