Νήρικος

Stephanos of Byzantium - Ethnika

Νήρικος OCR ✓ Trans ✓ Confirmed ✓
city
Νήρικος, πόλις Ἀκαρνανίας, ἣν Ὅμηρος ἀκτήν φησιν ἠπείροιο, ἥτις ἐστὶν Ἀκαρνανία. Λούπερκος δὲ ταύτην Νήριτος φησίν, ἢ Νήριτον ὡς τὸ ὄρος. ὁ πολίτης Νηρίκιος καὶ Νηρικία, καὶ τὸ κτητικὸν τοῦ ὄρους Νηρίτιος.

Nērikos: a city of Akarnania, which Homer says is the “mainland coast” —that is, Akarnania. Luperkos says that this is Nēritos, or Nēriton, like the mountain. The ethnics are Nērikios and Nērikia; and the possessive adjective of the mountain is Nēritios.

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.152
char LCS 30 (18.1%) · word LCS 5 (15.6%)
Stephanos
Νήρικος, πόλις Ἀκαρνανίας, ἣν Ὅμηρος ἀκτήν φησιν ἠπείροιο, ἥτις ἐστὶν Ἀκαρνανία. Λούπερκος δὲ ταύτην Νήριτος φησίν, ἢ Νήριτον ὡς τὸ ὄρος. ὁ πολίτης Νηρίκιος καὶ Νηρικία, καὶ τὸ κτητικὸν τοῦ ὄρους Νηρίτιος.
Herodian
…τὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ «οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι». Ἀσφόδικος, Ὄρικος κύριον, Σίνδικος πόλις προσεχὴς τῇ Σκυθίᾳ, Νήρικος πόλις Ἀκαρνανίας, ἣν Ὅμηρος (Od. ω 377) ἀκτήν φησι ἠπείροιο. Ὄμβρικος ἔθνος Ἰταλικόν. τὸ δὲ Θορικός οἱ πλείους ὀξύνουσιν. ἔστι δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Τὰ εἰς 'ικος' κτητικὰ ἐπιθετικὰ καὶ θηλυκὸν ἔχοντα ὀξύνετ…