Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Νίβις, πόλις Αἰγύπτου. Φλέγων ρμʹ ὀλυμπιάδι. τὸ ἐθνικὸν Νιβίτης ὡς Μεμφίτης.
…βαρύνεται· καὶ ὀξύνεται μὲν τὰ παρώνυμα οἷον λαβίς παρὰ τὸ λαβή καὶ ἐπιθετικὰ οἷον Λεσβίς καὶ ἐκτείνοντα τὸ 'ι' οἷον βαλβίς· τὰ δὲ μὴ οὕτως ἔχοντα βαρύνεται, ἶβις, Ἄρβις ποταμὸς Ἰνδικῆς καὶ ἔθνος· λέγεται δὲ καὶ Ἄραβις. Νίβις πόλις Αἰγύπτου, Φλέγων ρμʹ Ὀλυμπιάδι, Τάβις πόλις Ἀραβίας. Ἑκαταῖος περιηγήσει Αἰγύπτου. Νάρβις Ἰλλυρίας πόλις. Ζόμβις πόλις τῆς Μηδίας. Χέμβις νῆσος ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου «ἐν Βουτοῖ περὶ τὸ ἱερὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις ὄνομα, ἱρ…