Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Νικομήδειον, ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. τὸ ἐθνικὸν Νικομηδεύς. δυνατὸν καὶ Νικομηδειεύς.
…ς. Κορύλειον κώμη περίσημος ἐν Παφλαγονίᾳ ἀπὸ Κορύλου βασιλεύσαντος. Μολύκρειον· οὕτως Θουκυδίδης δευτέρᾳ (c. 84) Μολυκρίαν πόλιν Αἰτωλίας καλεῖ. Νεάνδρειον· οὕτως Θεόπομπος καλεῖ Νεάνδρειαν πόλιν Τρῳάδος ἐν Ἑλλησπόντῳ. Νικομήδειον ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. Πολίειον πόλις Ἰταλίας ἀπὸ τῆς ἐν Ἰλίῳ Πολιάδος Ἀθηνᾶς πρότερον Σῖρις καλουμένη. Ποσίδειον πόλις μεταξὺ Κιλικίας καὶ Συρίας. Φιλομήλειον πόλις τῆς μεγάλης Φρυγίας. Στράβων δωδεκάτῃ. Φαναγόρεια ἐμπόριον. Τεμβρίειον· οὕτ…