Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Νινόη, ἡ ἐν Καρίᾳ Ἀφροδισιάς, κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις εἶτα ἐκλήθη Μεγάλη πόλις εἶτα ἀπὸ Νίνου Νινόη· τὸ ἐθνικὸν Νινοήτης, ὡς τὸ πύλη πυλήτης, ὅθεν “Πυλάτιδες ἀγοραί”, καὶ λίμνη λιμνήτης.
…ς κοίλης Συρίας. πέμπτη Κιλικίας. ἕκτη τῆς Αἰγύπτου πόλις ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδισιὰς κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις. εἶτα ἐκλήθη Μεγάλη πόλις. εἶτα ἀπὸ Νίνου Νινόη. Ὀγχόη πόλις Φωκίδος. Ῥοδόη πόλις Ἰνδική. Σεθρόη πόλις Αἰγύπτου. Φολόη πόλις Ἀρκαδίας ἀπὸ Φόλου τοῦ Κενταύρου. Κολόη. Καλλιρρόη Νέστου θυγάτηρ· ἔστι καὶ Μαιάνδρου θυγάτηρ. λέγεται δὲ καὶ οὕτως λίμνη Συρίας. τὸ δὲ ἀκοή ἐ…