Νίσυρος

Stephanos of Byzantium - Ethnika

Νίσυρος OCR ✓ Trans ✓ Confirmed ✓
island
Νίσυρος, νῆσος μία τῶν Κυκλάδων. “Οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον”. Πολυβώτης γὰρ εἷς τῶν Γιγάντων ὑπὸ Διὸς βληθεὶς ἐνήχετο, Ποσειδῶν δὲ ἐπ´ αὐτὸν ἀφεὶς τὴν τρίαιναν τοῦ μὲν ἥμαρτε· γέγονε γὰρ νῆσος τὸ βληθὲν Νίσυρος. ἐκαλεῖτο καὶ Πορφυρίς ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων. ὁ οἰκήτωρ Νισύριος. καὶ Νισυριακός.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.205
char LCS 33 (14.0%) · word LCS 9 (18.4%)
Stephanos
Νίσυρος, νῆσος μία τῶν Κυκλάδων. “Οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον”. Πολυβώτης γὰρ εἷς τῶν Γιγάντων ὑπὸ Διὸς βληθεὶς ἐνήχετο, Ποσειδῶν δὲ ἐπ´ αὐτὸν ἀφεὶς τὴν τρίαιναν τοῦ μὲν ἥμαρτε· γέγονε γὰρ νῆσος τὸ βληθὲν Νίσυρος. ἐκαλεῖτο καὶ Πορφυρίς ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων. ὁ οἰκήτωρ Νισύριος…
Herodian
… Καλαβρός ὁ οἰκήτωρ τῆς Καλαβρίας ὡς τῆς Κανταβρίας Κανταβρός. τὸ δὲ Ἴνσοβρος ἔθνος Ἰταλικὸν Πολύβιος ιϛʹ βαρύνεται. Τὰ εἰς 'σος' διβράχεα βαρύνεται, Θάσος νῆσος πρὸς τῇ Θρᾴκῃ ἀπὸ Θάσου. Κάσος Κλεόχου υἱὸς καὶ ἀπ´ αὐτοῦ μία τῶν Κυκλάδων «οἱ δ´ ἄρα Νίσυρόν τ´ εἶχον Κράπαθόν τε Κάσον τε» (Β 676). ἔστι καὶ ἑτέρα Περσίδος πόλις. Ἄσος πολίχνιον Κρήτης. νόσος, δρόσος, πίσος τὸ ὄσπριον, μέσος, ἴσος, πόσος, ὅσος, τόσος.