Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Νώνακρις, πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ. τὸ ἐθνικὸν Νωνακρίτης, καὶ κατὰ πλεονασμὸν τοῦ « α » Νωνακριάτης, ὁ Ἑρμῆς. Λυκόφρων “Νωνακριάτης τρικέφαλος φαιδρὸς θεός”. καὶ θηλυκὸν Νωνακριᾶτις. καὶ Νωνακριεύς λέγεται παρὰ Ἀριστοφάνει.
…Αὐγούστου Καίσαρος. τὸ δὲ Ἄμαστρις πόλις Παφλαγονίας ἡ πρότερον Κρῶμνα—ἀπὸ γυναικὸς Περσίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δ´ ἐξ Ἀμαζόνος οὕτω λεγομένης—καὶ Νώνακρις πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ—βαρύνεται. * Ἔτι τὰ εἰς 'ρις' ἔχοντα πρὸ τοῦ 'ρ' ἕν τι τῶν μέσων ὀξύνεται, Ἀλεξανδρίς, Ταναγρίς, Καλαβρίς. τὸ δὲ Λίηβρις πόλις Φοινίκων βαρύνεται. Τὰ εἰς 'ρις' Αἰγύπτια προπαροξύνεται, Βούσιρις πόλις Αἰγύπτου. «ἐν ταύτῃ…