Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὄαξος, πόλις Κρήτης, Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων, ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν· καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. ὁ πολίτης Ὀάξιος.
…ς ὡς Ἡρόδοτος ἐν τετάρτῃ (c. 154), Νάξος νῆσος τῶν Κυκλάδων ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος, ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνος. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φασι θῦσαί τινες. ἔστι καὶ πόλις Σικελίας. καὶ ἄλλοι τόποι Νάξοι. Ὄαξος πόλις Κρήτης Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. Χάραξος ἀπὸ τοῦ χαράξω, ἀφ´ οὗ Χαράξης. Ὀλόφυξος πόλις ἐν Θρᾴκῃ περὶ τὸν Ἄθω. Ἴξος λιμὴν τῆς Ῥόδου. τὸ μέντοι ἰξός τὸ προσηγορικὸν ὀξύνεται, καὶ τὸ λοξός, φοξός ὡς ἐπίθετα καὶ τὸ κοραξός ὡς ἐπίθετον ὀξύνεται, βαρύνεται…