Ὄα· δῆμος τῆς Ἀττικῆς, τῆς Πανδιονίδος φυλῆς. Διονύσιος δὲ ὁ τοῦ Τρύφωνος (RE V 1,985 Nr. 137) φησι τὸ πληθυντικὸν Ὀαεῖς λέγεσθαι †αὐτὰς τοῦ ὄεις†, ὡς καὶ ἄλλα πολλά. ὁ μέντοι δημότης Ὄαθεν λέγεται, „Δάμων Δαμωνίδου Ὄαθεν“ (VS 37 A 1). καὶ ἐκ τόπου τὸ αὐτό. τὰ δ’ ἄλλα Ὄαζε Ὄασι. λέγεται καὶ Ὄη. ἔστι δ’ Ὄη τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Ὄηθεν.
Translation pending
Ὄανος· πόλις Λυδίας. Διονύσιος ἐν γ̅ Βασσαρικῶν (fr. 12 Livrea = p. 61 Heitsch).
Translation pending
Ὄαξος· πόλις Κρήτης, Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων (FGrHist 460 F 10), ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν· καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. ὁ πολίτης Ὀάξιος.
Translation pending
4 Ὄβοδα· χωρίον Ναβαταίων. Οὐράνιος Ἀραβικῶν δ (FGrHist 675 F 24) „ὅπου Ὀβόδης ὁ βασιλεύς, ὃν θεοποιοῦσι, τέθαπται“. τὸ ἐθνικὸν Ὀβοδηνός ὡς Δαχαρηνός.
Translation pending
5 Ὀβόλκων· Ὀβόλκωνος, πόλις. τὸ ἐθνικὸν Ὀβολκωνίτης.
Translation pending
6 Ὀγκαῖαι· πύλαι Θηβῶν. Εὐφορίων Θρᾳκί (fr. 30 Lightfoot = fr. 28 Powell). Ὄγκα γὰρ ἡ Ἀθηνᾶ κατὰ Φοίνικας.
Translation pending
7 Ὄγκειον· χωρίον Ἀρκαδίας, ἀπὸ Ὄγκου δυναστεύσαντος, ὡς Παυσανίας η (8,25,4). ὁ οἰκήτωρ Ὄγκειος καὶ θηλυκῶς Ὀγκεία.
Translation pending
8 Ὀγχηστός· ἄλσος. Ὅμηρος (Β 506) „Ὀγχηστόν θ’ ἱερόν, Ποσιδήϊον ἀγλαὸν ἄλσος“. κεῖται δ’ ἐν τῇ τῶν Ἁλιαρτίων χώρᾳ· ἱδρυθῆναι δὲ ὑπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ, ὥς φησιν Ἡσίοδος (fr. 219 Merkelbach/West = fr. 142 Most). ἔστι καὶ πόλις Βοιωτίας, ὡς Παυσανίας θ (9,26,5). Ἀπολλώνιος δὲ ὁ Ῥόδιος (3,1242) <***> πόλιν φησὶ μεγάλην τὸν Ὀγχηστόν μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφίων. ἔστι καὶ ποταμὸς ἐν Θεσσαλίᾳ. ὁ πολίτης Ὀγχήστιος. Παυσανίας θ (9,26,5 et 37,1).
Translation pending
9 Ὀγχόη· πόλις Φωκίδος. τὸ ἐθνικὸν Ὀγχοαῖος, ὡς τῆς Οἰνόης Οἰνοαῖος, ἢ Ὀγχοεύς.
Translation pending
10 Ὀδησσός· πόλις ἐν τῷ Πόντῳ πρὸς τῷ Σαλμυδησσῷ. Ἀπολλόδωρος (FGrHist 244 F 294 = fr. 11 Marcotte) δὲ ὄρος μέγα τὴν Ὀδησσόν φησιν. ὁ πολίτης Ὀδησσίτης καὶ Ὀδυσσεύς. ἐχρημάτιζον δὲ Ἡρακλείδης ἱστοριογράφος καὶ Δημήτριος ὁ περὶ τῆς πατρίδος γράψας.
Translation pending
11 Ὁδιούπολις· χωρίον Ἡρακλείας τῆς πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ς̄ τῶν Περὶ Ἡρακλείας (FGrHist 433 F 8). ὁ πολίτης Ὁδιοπολίτης.
Translation pending
13 Ὀδόμαντοι· ἔθνος Θρᾴκης. Θουκυδίδης β̄ (2,101,3). καὶ θηλυκὸν Ὀδομαντίς, <καὶ> Ὀδομαντικὴ ἐκ τοῦ Ὀδομαντικός.
Translation pending
12 Ὁδός· παρὰ τὸ ἑδός, ἡ πεπατημένη τρίβος. τὸ παράγωγον ὅδιος καὶ ἐνόδιος, καὶ ὅδιος Ἑρμῆς.
Translation pending
14 Ὀδρύσαι· ἔθνος Θρᾴκης. Στράβων {ι}ζ̄ (7 fr. 20f). λέγεται Ὀδρύσιος καὶ Ὀδρυσία καὶ Ὀδρυσίδαι καὶ Ὀδρυσιάδες θηλυκῶς καὶ Ὀδρυσίς. ἔστι δὲ καὶ Ὄδρυσα πόλις αὐτῶν, <ἢ> καὶ Ὀδρυσία λέγεται. καὶ <ὁ πολίτης> Ὀδρύσης λέγεται καὶ Ὀδρυσίτης.
Translation pending
15 Ὀδυσσεῖς· πόλις Ἰβηρίας. ἀρσενικῶς. καὶ τὸ ἐθνικὸν ὅμοιον, {ἀρσενικῶς δὲ} ὡς Ἀταρνεῖς καὶ Διπαιεῖς.
Translation pending
16 Ὀζόλαι· Λοκρῶν μοῖραι {ῑ} γ εἰσιν, Ἐπικνημίδιοι, οἳ καὶ Ὀπούντιοι (ὧν ἦν Αἴας), Ἐπιζεφύριοι, οἱ δὲ Ὀζόλαι. λέγεται καὶ Ὀζολίς ἡ χώρα.
Translation pending
17 Ὀθρωνός· πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας, „ἄλλοι δὲ Μελίτην νῆσον <Ὀθρωνοῦ πέλας>“ (Lyc. 1027). ὁ οἰκῶν Ὀθρώνιος.
Translation pending
18 Οἰάνθη· πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 113b). Ἑλλάνικος (FGrHist 4 F 120 = fr. 120 Fowler) δὲ Οἰάνθειαν αὐτήν φησιν. <τὸ ἐθνικὸν> Οἰανθεύς. ἔστι δὲ καὶ Οἰάνθεια ἢ καὶ Οἰανθίς ἐξ αὐτοῦ <καὶ> Οἰάνθιος.
Translation pending
19 Οἰδάντιον· πόλις Ἰλλυριῶν. Θεόπομπος Φιλιππικῶν λη (FGrHist 115 F 182). τὸ ἐθνικὸν Οἴδαντες, ὥς φησιν Ἑκαταῖος (FGrHist 1 F 98). καὶ Οἰδαντικὴ γῆ.
Translation pending
20 Οἶκος· Ἡρωδιανὸς (2,287,28) μὲν παρὰ τὸ εἴκω, ἐν ᾧ εἴκομεν. δύναται δὲ εἶναι τὸ ἴδιον ἐνδιαίτημα παρὰ τὸ οἶον, τὸ μόνον ἐῶ μονούμενος, κατὰ πλεονασμὸν τοῦ κ, ὡς ὄρος ὅρκος. ὁ οἰκήτωρ οἰκεῖος, ὡς ἀστὸς ἀστεῖος, καὶ οἰκεύς. παρὰ τὸ οἶκος οἰκία καὶ οἰκιάτης κατὰ πλεονασμὸν τοῦ α ἀπὸ τοῦ οἰκίτης.
Translation pending
21 Οἰκοῦς· Καρίας πόλις. τὸ ἐθνικὸν Οἰκούσιος καὶ Οἰκουσία καὶ „Οἰκούσιον ἄστυ“ (Nicaenet. fr. 1,1 Powell = Parth. 11).
Translation pending
22 Οἶνα· πόλις Τυρρηνίας ἐχυρὰ λίαν. μέσον δὲ αὐτῆς λόφος ἐστὶν ὑψηλὸς λ σταδίων, ἔχων ἄνω καὶ ὕδατα καὶ ὕλην παντοδαπήν, ὡς Ἀριστοτέλης Περὶ θαυμασίων ἀκουσμάτων (837b32 = 94 Giannini). τὸ ἐθνικὸν Οἰνάτης. οὐκ ἀλλότριος γὰρ ὁ τύπος.
Translation pending
23 Οἰνειάδαι· πόλις Ἀκαρνανίας πρὸς τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυσίχη καλουμένη. τὸ ἐθνικὸν Ἐρυσιχαῖος. λέγεται καὶ Οἰνιάς ἡ χώρα. ἔστι καὶ ἑτέρα τῆς Οἰταίας πόλις Οἰνειάδαι.
Translation pending
Οἰνεών· Λοκρίδος λιμήν. Θουκυδίδης γ̅ (3,95,3 etc.). τὸ ἐθνικὸν Οἰνεωνεύς.
Translation pending
Οἴνη· πόλις Ἄργους. Ἑκαταῖος Ἱστοριῶν α̅ (FGrHist 1 F 4 = fr. 4 Fowler). τὸ ἐθνικὸν Οἰναῖος †οἰνευία οἰναίων†. Ὧρος (F 7 Billerbeck) δὲ Οἰνώνην αὐτήν φησιν, ἧς τὸ ἐθνικὸν Οἰνωάτης καὶ θηλυκὸν Οἰνωᾶτις Ἄρτεμις, ἡ ἐν Οἰνόῃ τῆς Ἀργείας ἱδρυμένη ὑπὸ Προίτου.
Translation pending
Οἰνόανδα· πόλις Λυκίας. Ἀλέξανδρος ἐν α̅ Λυκιακῶν (FGrHist 273 F 52). τὸ ἐθνικὸν Οἰνοανδεύς.
Translation pending
Οἰνόη· μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων. τὸ ἐθνικὸν Οἰνοαῖος.
Translation pending
28 Οἰνοῦς· πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων (FGrHist 324 F 49) καὶ Δίδυμος (p. 351 fr. 5a Schmidt). τὸ ἐθνικὸν Οἰνούντιος καὶ Οἰνουντιάς.
Translation pending
29 Οἰνοῦσσαι· νῆσος τῇ Χίῳ προσεχής. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 142). τὸ ἐθνικὸν Οἰνουσσαῖος καὶ Οἰνούσσιος.
Translation pending
30 Οἰνώνη· νῆσος, μία τῶν <Κυκλάδων· ***> Αἰακιδῶν. οἱ οἰκήτορες Οἰνωναῖοι, ὡς Παρθένιος Ἡρακλεῖ (fr. 20 Lightfoot = SH 632).
Translation pending
31 Οἰνωτρία· χώρα τῆς Ἰταλίας. τινὲς δὲ καὶ αὐτὴν τὴν Ἰταλίαν οὕτω φασὶ κεκλῆσθαι ἀπὸ Οἰνώτρου Ἀρκάδος, ὡς Παυσανίας η (8,3,5). Πείσανδρος ιγ (fr. 11 Heitsch) ἀπὸ τῆς τοῦ οἴνου χρήσεως κεκλῆσθαι αὐτήν φησι. τὸ ἐθνικὸν Οἰνωτρός, ὡς Θετταλός καὶ Ἴων καὶ Κίλιξ. λέγεται καὶ Οἰνώτριος, ἀφ’ οὗ τὸ „Οἰνωτρίας γῆς“ (Lyc. 912). ὀξύνεται δὲ τὸ Οἰνωτρός.
Translation pending
32 Οἶον· δῆμος τῆς Λεοντίδος φυλῆς. <τὰ τοπικὰ> ἐξ Οἴου, „Ἄλεξις Ἀλέξιδος ἐξ Οἴου Λεοντίδος“, ἐν Οἴῳ Οἶόνδε εἰς Οἶον.
Translation pending
33 Οἶος· πολίχνιον Τεγέας. Αἰσχύλος Μυσοῖς (fr. 145 Radt). οἱ πολῖται Οἰᾶται. καὶ τὸ ἐθνικὸν ὁμοίως.
Translation pending
34 Οἰσύμη· πόλις Μακεδονίας. Θουκυδίδης δ (4,107,3). ἡ νῦν Ἠμαθία. τὸ ἐθνικὸν Οἰσυμαῖος. ταύτην Αἰσύμην Ὅμηρος (Θ 304) ἔφη.
Translation pending
35 Οἴτη· ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. οἱ οἰκοῦντες Οἰταῖοι. Σοφοκλῆς (Ph. 453) „ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός“. καὶ θηλυκὸν Οἰταίη καὶ Οἰτηίς, ἴσως ἀπὸ τοῦ Οἰταιεύς †οἰταιῆσαι οἰτηίς†. ἔστι δὲ ὡς παρὰ τὸ Κρηταῖος Κρηταιεύς. καὶ τὸ οὐδέτερον Οἰταῖον.
Translation pending
36 Οἴτυλος· πόλις Λακωνικῆς. „ἠδ’ Οἴτυλον“ (Β 585), ὡς δάκτυλον, ἀπὸ τοῦ Οἰτύλου ἥρωος. τινὲς δὲ τὸ οι ἄρθρον φασί. {τινὲς} τὸ ἐθνικὸν Οἰτύλιος.
Translation pending
37 Οἰχαλία· πόλις, ἣν Ὅμηρος (Β 730) ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων „οἵ τ’ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου“. οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι καὶ ἐν Θετταλίᾳ καὶ ἐν Ἀρκαδίᾳ. ὁ πολίτης Οἰχαλιεύς ὡς τὸ Αἰμονία Αἰμονιεύς, καὶ <ὡς> Αἰμονίς, οὕτω καὶ Οἰχαλίς. καὶ Οἰχαλιώτης ὡς Ἀμβρακιώτης Σικελιώτης. Λῖνος γὰρ ὁ ἱστορικὸς Οἰχαλιώτης ἦν. λέγεται καὶ Οἰχάλιος καὶ Οἰχαλίηθεν ἐκ τόπου.
Translation pending
38 Ὀκρίκολα· πόλις Τυρρηνῶν. Διονύσιος ιη̅ Ῥωμαϊκῆς ἀρχαιολογίας (vol. 4, p. 288 Jacoby). τὸ ἐθνικὸν Ὀκρικολανός, ὡς αὐτός φησιν.
Translation pending
39 Ὄκωλον· χωρίον Ἐρετριέων. Θεόπομπος Φιλιππικῶν κδ̅ (FGrHist 115 F 150). τὸ ἐθνικὸν Ὀκώλιος.
Translation pending
40 Ὄλβηλος· πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν <***> (FGrHist 773 F 3). τὸ ἐθνικὸν Ὀλβήλιος.
Translation pending
41 Ὀλβία· πόλις Λιγυστική. ὁ πολίτης Ὀλβιοπολίτης. καὶ Ὀλβιανοὶ ὡς Ἀσιανοί. ἔστι δὲ καὶ πλησίον αὐτῆς ὄρος Ὀλβιανόν. β̅ πόλις ἐν Πόντῳ. γ̅ Βιθυνίας, ἀπὸ Ὀλβίας νύμφης. δ̅ Παμφυλίας, ὡς Φίλων (FGrHist 790 F 47). οὐκ ἔστι δὲ Παμφυλίας, ἀλλὰ τῆς τῶν Σολύμων γῆς, καὶ οὐδὲ Ὀλβία, ἀλλὰ Ὄλβα καλεῖται καὶ οἱ πολῖται Ὀλβαῖοι καὶ Ὄλβιος καὶ Ὀλβία. ε̅ Ἰβηρίας. ϛ̅ Σαρδοῦς. ζ̅ Ἰλλυρίδος. η̅ Ἑλλησπόντου. θ̅ Κιλικίας. λέγεται καὶ Ὀλβηνός καὶ Ὀλβιακός καὶ τὸ θηλυκὸν Ὀλβιακή.
Translation pending
42 Ὀλβύσιοι· ἔθνος ἐπὶ Ἡρακλείων στηλῶν, καὶ Ὀλβυσίνιοι. ἄλλοι <***>.
Translation pending
43 Ὀλιζών· πόλις Θετταλίας. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 135). κλίνεται δὲ διὰ τοῦ ω καὶ ὀξύνεται, „καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν“ (Β 717). ὀξύνεται δὲ πρὸς ἀντιδιαστολὴν τοῦ „λαοὶ δ’ ὑπ’ ὀλίζονες ἦσαν“ (Σ 519). ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν Κτίσεσι (FGrHist 699 F 10 = fr. 12 Powell), τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ ἐθνικὸν Ὀλιζώνιος.
Translation pending
44 Ὀλκάδες· ὡς Ἀρκάδες, ἔθνος Ἰβήρων τῶν ἐντὸς Ἴβηρος τοῦ ποταμοῦ. Πολύβιος ἐν γ (3,13,5; 3,14,3; 3,33,10).
Translation pending
45 Ὄλκιον· πόλις Τυρρηνίας. Πολύβιος ϛ (6,11ª,12). τὸ ἐθνικὸν Ὀλκῆται καὶ Ὀλκιεῖς.
Translation pending
46 Ὄλμιον· πόλις Βοιωτίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς (fr. 50 Braswell/Billerbeck = fr. 50 Lünzner). τὸ ἐθνικὸν Ὀλμιεύς.
Translation pending
47 Ὅλμοι· πόλις Τραχείας Κιλικίας, „ὅπου πρότερον ᾤκουν οἱ νῦν Σελευκεῖς“ (Str. 14,5,4 [C 670,9]). τὸ ἐθνικὸν Ὁλμεῖς, ὡς Ταρσεῖς.
Translation pending
48 Ὄλμωνες· κώμη Βοιωτίας, ἀπὸ Ὄλμου τοῦ Σισύφου. Παυσανίας θ (9,24,3). τὸ ἐθνικὸν Ὀλμωνεῖς.
Translation pending
Ὀλόβαγρα· πόλις Μακεδονίας. Θεαγένης ἐν Μακεδονικοῖς (FGrHist 774 F 9). τὸ ἐθνικὸν Ὀλοβαγραῖος.
Translation pending
Ὀλοοσσών· πόλις Μαγνησίας. Ὅμηρος (Β 739) „πόλιν τ’ Ὀλοοσσόνα λευκήν“. οἱ πολῖται Ὀλοοσσόνιοι καὶ Ὀλοοσσονίηθεν ἐπίρρημα.
Translation pending
Ὄλουρος· πολίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Πελλήνης, ὡς Ξενοφῶν <Ἑλληνικῶν> ζ (7,4,17). τὸ ἐθνικὸν Ὀλούριος.
Translation pending
Ὀλοῦς· πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς (FGrHist 460 F 11). ὁ πολίτης Ὀλούντιος ὡς Σελινούντιος.
Translation pending
Ὀλόφυξος· πόλις ἐν Θρᾴκῃ περὶ τὸν Ἄθω. ὁ πολίτης Ὀλοφύξιος. <ἀφ’ ἧς> Ἡρόδοτος ὁ περὶ νυμφῶν καὶ θεῶν γράψας.
Translation pending
Ὄλπαι· φρούριον, κοινὸν Ἀκαρνάνων καὶ Ἀμφιλόχων δικαστήριον. Θουκυδίδης γ (3,105,1). ὁ οἰκήτωρ Ὀλπαῖος καὶ θηλυκῶς καὶ οὐδετέρως.
Translation pending
Ὄλυκα· πόλις Μακεδονίας. Θεόπομπος ε̅ Φιλιππικῶν (FGrHist 115 F 56). τὸ ἐθνικὸν Ὀλυκαῖος.
Translation pending
56 Ὀλύκρη· πόλις περὶ Ναύπακτον. Ἑκαταῖος Περιηγήσει Εὐρώπης (FGrHist 1 F 112). τὸ ἐθνικὸν Ὀλυκραῖος.
Translation pending
57 Ὀλύμπη· πόλις Ἰλλυρίας, ὡς Δομίτιος Καλλίστρατος ζ̄ Περὶ Ἡρακλείας (FGrHist 433 F 9). τὸ ἐθνικὸν Ὀλυμπαῖος ἢ Ὀλυμπεύς.
Translation pending
58 Ὀλυμπία· ἡ πρότερον Πίσα λεγομένη, ἔνθα Ὀλύμπιος Ζεὺς τιμᾶται, ἀφ’ οὗ τὰ Ὀλύμπια ὁ ἀγών. μετὰ συλλαβῆς τὰ τοπικά, Ὀλυμπίαθεν Ὀλυμπίαζε. λέγεται καὶ Ἄρπινα, ὡς Νικάνωρ (FHG III 633 F 8), ἀπὸ τῆς Οἰνομάου μητρός.
Translation pending
59 Ὀλυμπιεῖον· τόπος ἐν <τῷ> δήμῳ, ὃν κτίσαντες Ἀθηναῖοι χρήμασιν Ἁδριανοῦ Νέας Ἀθήνας Ἁδριανὰς ἐκάλεσαν, ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιε̄ (FGrHist 257 F 19). τὸ ἐθνικὸν Ὀλυμπιεύς ἢ Ὀλύμπιος ὡς Βυζάντιος.
Translation pending
60 Ὄλυμπος· ὄρος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν ᾱ (FGrHist 156 F 15 = fr. 2 Roos). οἱ οἰκοῦντες Ὀλυμπηνοί. ἔστι καὶ πόλις Παμφυλίας. Στράβων ιδ̄ (14,3,8 [C 666,21]). τὸ ἐθνικὸν ὅμοιον.
Translation pending
Ὄλυνθος· πόλις Θρᾴκης πρὸς τῇ Σιθωνίᾳ τῆς Μακεδονίας, ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέους. ὁ πολίτης Ὀλύνθιος καὶ Ὀλυνθία.
Translation pending
Ὄμανα· πόλις τῆς Εὐδαίμονος Ἀραβίας. Γλαῦκος β̅ Ἀραβικῆς ἀρχαιολογίας (FGrHist 674 F 6). τὸ ἐθνικὸν Ὀμανεύς ὡς Τυανεύς Κομανεύς.
Translation pending
Ὁμάριον· πόλις Θετταλίας. Θεόπομπος Φιλιππικῶν κ̅α̅ (FGrHist 115 F 137). ἐν ταύτῃ τιμᾶται Ζεὺς καὶ Ἀθηνᾶ. τὸ ἐθνικὸν Ὁμάριοι, Ὁμαρεύς.
Translation pending
Ὄμβοι· πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν α̅ Αἰγυπτιακῶν (FGrHist 273 F 4). τὸ ἐθνικὸν Ὀμβῖται.
Translation pending
65 Ὄμβρικοι· ἔθνος Ἰταλικὸν παρὰ τὸν Ἀδριακὸν κόλπον, μέσον τοῦ Πάδου καὶ Πικεντίνων. λέγονται καὶ Ὄμβροι. ἔστι καὶ ποταμὸς Ἰταλίας Ὄμβρος. λέγονται Οὔμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. παρὰ τούτοις ἱστορεῖ Ἀριστοτέλης ἐν τῷ Περὶ θαυμασίων ἀκουσμάτων (836a19 = 80 Giannini) ὅτι τρὶς τοῦ ἐνιαυτοῦ τίκτουσι τὰ βοσκήματα, καὶ τοὺς καρποὺς πολλαπλασίους τὴν γῆν ἀνιέναι τῶν καταβαλλομένων, καὶ τὰς γυναῖκας αὐτοῦ πολυγόνους <εἶναι>· σπανίως γὰρ ἓν τίκτουσιν αἱ γυναῖκες, τὰς δὲ πλείστας δύο ἢ τρία.
Translation pending
66 Ὁμηρῖται· ἔθνος <***> Αἰθιόπων. Μαρκιανὸς ἐν Περίπλῳ ᾱ (1,18 [GGM 1,527,18]).
Translation pending
67 Ὁμόλη· ὄρος Θετταλίας. Παυσανίας θ̄ (9,8,6). λέγεται καὶ Ὄμολος. οἱ οἰκοῦντες Ὁμολοεῖς, καὶ Θηβῶν <πύλαι> αἱ πρὸς τῷ ὄρει Ὁμολοΐδες, καὶ Ζεὺς Ὁμολόϊος τιμᾶται ἐν Βοιωτίᾳ.
Translation pending
68 Ὁμόλιον· πόλις Μακεδονίας καὶ Μαγνησίας. Στράβων ζ (7 fr. 26b). τὸ ἐθνικὸν Ὁμολιεύς. τὸ δὲ Ὁμολώϊον τεμενικόν ἐστι κατὰ πλεονασμὸν τοῦ ω.
Translation pending
69 Ὀμφάκη· πόλις Σικελίας. Φίλιστος Σικελικῶν δ̅ (FGrHist 556 F 19). τὸ ἐθνικὸν Ὀμφακαῖος. ἔδει δὲ Ὀμφακῖνος τῷ τύπῳ τῆς χώρας.
Translation pending
70 Ὀμφάλιον· τόπος Κρήτης πλησίον Θενῶν καὶ Κνωσσοῦ. ἔστι καὶ Θετταλίας. τὸ ἐθνικὸν Ὀμφαλίτης.
Translation pending
71 Ὀνείβατις· πόλις Αἰγύπτου. Ἑκαταῖος Περιηγήσει Λιβύης (FGrHist 1 F 320). ὁ πολίτης Ὀνειβατίτης τῷ τῆς χώρας ἔθει.
Translation pending
72 Ὀνθύριον· πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. τὸ ἐθνικὸν Ὀνθυριεύς. Ῥιανὸς η̅ (FGrHist 265 F 24 = fr. 40 Powell).
Translation pending
73 Ὄννη· ἐμπόριον τῆς Εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν Περιπλῳ (1,18 [GGM 1,527,5]). τὸ ἐθνικὸν Ὀνναῖος ὡς Ἐνναῖος.
Translation pending
74 Ὄνουφις· πόλις Αἰγύπτου οὐκ ἄγνωστος. ὁ πολίτης Ὀνουφίτης.
Translation pending
75 Ὀνύχιον· τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων.
Translation pending
76 Ὀξύβιοι· μοῖρα Λιγύων. Κουάδρατος ι̅ Ῥωμαϊκῆς χιλιαρχίας (FGrHist 97 F 4).
Translation pending
77 Ὀξυδράκαι· ἔθνος Ἰνδικόν, ἀφ᾿ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη. οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυδρακῶν.
Translation pending
78 Ὀξύρυγχος· πόλις Αἰγύπτου, τιμῶσα τὸν ὁμώνυμον ἰχθύν. ὁ πολίτης Ὀξυρυγχίτης.
Translation pending
79 Ὀπικοί· ἔθνος Ἰταλίας. Εὔδοξος ϛ̄ Γῆς περιόδου (fr. 321 Lasserre). γλώσσας συνέμιξαν, οἱ δὲ ὅτι Ὀφικοὶ ἀπὸ τῶν ὄφεων.
Translation pending
80 Ὀπόεις· πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων, ἀπὸ Ὀπόεντος. τὸ ἐθνικὸν Ὀποείσιος Ὀποεισία. λέγεται καὶ Ὀποῦς Ὀποῦντος κατὰ κρᾶσιν. ἔστι καὶ Ὀποῦς πόλις Ἀχαΐας καὶ τῆς Ἠλείας ἄλλη. οἱ πολῖται Ὀπούντιοι.
Translation pending
82 Ὄραθα· πόλις τῆς ἐν Πίγρητι Μεσήνης. Ἀρριανὸς Παρθικῶν ιϛ̄ (FGrHist 156 F 47 = fr. 16 Roos). τὸ ἐθνικὸν Ὀραθηνός.
Translation pending
81 Ὀρβῖται· ἔθνος Ἰνδικόν, ὡς Ἀπολλόδωρος β̄ Περὶ <γῆς> (FGrHist 244 F 295 = fr. 1 Marcotte). <***> Ἀλεξανδρείας.
Translation pending
Ὀργάμη· πόλις ἐπὶ τῷ Ἴστρῳ. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 172). εἰσὶ καὶ Ὀργομεναί πόλις Ἰλλυρίας. τὸ ἐθνικὸν Ὀργαμαῖος καὶ τῆς δευτέρας Ὀργομένιος.
Translation pending
Ὀργών· νῆσος πλησίον Τυρρηνίας. τὸ ἐθνικὸν Ὀργώνιος ὡς Ἀντρώνιος.
Translation pending
Ὀρδαία· πόλις Μακεδονίας. τὸ ἐθνικὸν Ὀρδοί. λέγονται καὶ Ὀρδαῖοι, ὡς Νίκανδρος (FGrHist 271/72 F 41).
Translation pending
Ὀρεσθάσιον· πόλις Ἀρκαδική, ἀπὸ Ὀρεσθέως τοῦ Λυκάονος. Παυσανίας η (8,3,1). ὁ πολίτης Ὀρεσθάσιος.
Translation pending
Ὀρέσται· Μολοσσικὸν ἔθνος. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 107). Θεαγένης ἐν Μακεδονικοῖς (FGrHist 774 F 10) φησιν ὅτι, ἐπεὶ ἀφέθη τῆς μανίας Ὀρέστης, φεύγων διὰ τὴν αἰδῶ μετὰ τῆς Ἑρμιόνης εἰς ταύτην ἦλθε τὴν γῆν καὶ παῖδα ἔσχεν Ὀρέστην, οὗ ἄρξαντος ἐκλήθησαν Ὀρέσται· αὐτὸς δὲ ὑπὸ ἐχίδνης δηχθεὶς θνήσκει εἰς χωρίον τῆς Ἀρκαδίας, τὸ λεγόμενον Ὀρέστειον. λέγεται καὶ θηλυκὸν Ὀρεστίς καὶ Ὀρεστιάς, ὡς αὐτὸς Θεαγένης <καὶ> Διονύσιος β Γιγαντιάδος (fr. 30 Livrea = p. 61 Heitsch).
Translation pending
Ὀρέστη· πόλις <Εὐβοίας>. Ἑκαταῖος Εὐρώπης περιηγήσει (FGrHist 1 F 130). τὸ ἐθνικὸν Ὀρέσται ὁμοίως.
Translation pending
89 Ὀρεστία· πόλις ἐν Ὀρέσταις, ἐν ὄρει ὑπερκειμένῳ τῆς Μακεδονικῆς γῆς, ἐξ ἧς Πτολεμαῖος ὁ Λάγου πρῶτος βασιλεύσας Αἰγύπτου. ὁ πολίτης Ὀρεστιαῖος. ἔστι καὶ ἄλλη ἐν Ἀρκαδίᾳ Ὀρεστία, ἣν Εὐδαίμων (RE VI 1,885 Nr. 8) καὶ Ὧρος (F 11 Billerbeck) διὰ τῆς ει διφθόγγου γράφουσι, τὴν Ὀρέστειαν.
Translation pending