Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὄγκειον, χωρίον Ἀρκαδίας, ἀπὸ Ὄγκου δυναστεύσαντος, ὡς Παυσανίας δηλοῖ ὀγδόῳ. ὁ οἰκήτωρ Ὄγκειος καὶ θηλυκῶς Ὀγκεία.
…κεια πόλις Λιβύης. ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει «ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ χαλκουργεῖα». ἔστι καὶ Καρίας Χάλκεια. Ὄγκειον χωρίον Ἀρκαδίας ἀπὸ Ὄγκου δυναστεύσαντος ὡς Παυσανίας δηλοῖ ὀγδόῳ (c. 25, 4). Μούσειον τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιος τριακοστῷ ἑβδόμῳ. Λύρκειον ὄρος Ἄργους. Καλλίμαχος Ἑκάλῃ. Ζοίτειον πόλις Ἀρκαδίας. Παυσανίας ηʹ ( 27, 3 et 35, 27). λέγεται καὶ Ζοίτεια. ἀπὸ Ζοιτέως…