Γάδειρα, πόλις καὶ νῆσος ἐν τῷ ὠκεανῷ στενὴ καὶ περιμήκης, ὡς οὖσα ταινία τῆς γῆς δειρά. Ἐρατοσθένης δὲ ἡ Γάδειρος φησὶ θηλυκῶς. ὁ πολίτης Γαδειρεύς· οὕτω γὰρ τὰ πέντε βιβλία ἐπιγέγραπται τῶν Πυθαγορικῶν σχολῶν Μοδεράτου Γαδειρέως. λέγεται καὶ Γαδειρίτης, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. λέγεται καὶ Γαδειραῖος ὡς ἀπὸ τῆς ἡ Γάδειρα εὐθείας, καὶ Γαδειρανοί, καὶ κτητικὸν Γαδειρικός. Εὔπολις ἐν Μαρικᾷ “πότερ´ ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν;”
Translation pending