Stephanos of Byzantium - Ethnika
Oïanthē: a city of the Lokrians. Hekataios in his Europa. Hellanikos, however, says that it is itself Oïantheia. The ethnic is Oïantheus. There is also Oïantheia—or also Oïanthis—derived from it, and Oïanthios.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Οἰάνθη, πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἑλλάνικος δὲ Οἰάνθειαν αὐτήν φησιν. [τὸ ἐθνικὸν] Οἰανθεύς ἐστι καὶ Οἰάνθεια ἢ καὶ Οἰανθίς. ἐξ αὐτοῦ Οἰάνθιος.
…η' μονογενῆ ὑπερδισύλλαβα βαρύνεται, καλάθη καὶ Καλάθη πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησι. Βισάνθη πόλις Μακεδονίας κατὰ Θρᾴκην Ἑλληνίς, ἄποικος Σαμίων. Ἰάνθη, λυκάνθη, Οἰάνθη πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἑλλάνικος δὲ Οἰάνθειαν αὐτήν φησι. Ἀμάθη πόλις Φοινίκης. ἔστι καὶ Σικελίας Ἀμαθαί πληθυντικῶς. Ἀριάνθη πόλις Οἰνωτρῶν. Ἀρίνθη πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. Γαβάθη πόλις Γαλιλαίας ὡς Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας (c. 5). Καλαμένθη πό…