Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Οἰσύμη, πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ. ἡ νῦν Ἠμαθία· τὸ ἐθνικὸν Οἰσυμαῖος. ταύτην Αἰσύμην Ὅμηρος ἔφη.
… ἀπέχουσα σταδίους ρκʹ ἐσχάτη, κεῖται πρὸς δύσιν Δῦμαι». Δρύμη πόλις Λιβύης. Στράβων ιζʹ. σεσημείωται τὸ τιμή προσηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται. * Τὰ εἰς 'μη' ὑπερδισύλλαβα 'υ' παραληγόμενα βαρύνεται, Οἰσύμη πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ (c. 107). ταύτην Αἰσύμην Ὅμηρος (Il. Θ 304) ἔφη «τόν ῥ´ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ». Ἠδύμη πόλις Καρίας. Ἰδύμη πόλις Καρίας ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν Αἰόλου νήσων ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λί…