Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Οἴτη, ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. οἱ οἰκοῦντες Οἰταῖοι. Σοφοκλῆς “ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός”. καὶ θηλυκὸν Οἰταίη καὶ Οἰτηίς, ἴσως ἀπὸ τοῦ Οἰταιεύς Οἰταιίς καὶ Οἰτηίς. ἔστι δὲ ὡς παρὰ τὸ Κρηταῖος Κρηταιεύς. καὶ τὸ οὐδέτερον Οἰταῖον.
Τὰ εἰς 'τη' δισύλλαβα διφθόγγῳ παραληγόμενα βαρύνεται, βλαύτη εἶδος ὑποδήματος, Προίτη ἡ πόλις, κοίτη, δροίτη ἡ πύελος, λοίτη, Οἴτη ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. βαίτη ἡ διφθέρα. δαίτη ἡ εὐωχία. τὸ δὲ τελευτή τρισύλλαβον. Τὰ εἰς 'τη' δισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ 'τ' σύμφωνον ὀξύνεται, εἰ μὴ παραλήγοι φωνήεντι 'ι' ἢ 'ε', βροντή, εἱρκτή, πηκτή ὄργανον μουσικόν. φυστή μᾶζα…
Οἴτη, ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. οἱ οἰκοῦντες Οἰταῖοι. Σοφοκλῆς “ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός”. καὶ θηλυκὸν Οἰταίη καὶ Οἰτηίς, ἴσως ἀπὸ τοῦ Οἰταιεύς Οἰταιίς καὶ Οἰτηίς. ἔστι δὲ ὡς παρὰ τὸ Κρηταῖος Κρηταιεύς. καὶ τὸ οὐδέτερον Οἰταῖον.
…ήν—πρὸς ἀντιδιαστολὴν ὀξύνεται. * Καὶ καθόλου τὰ ἀπὸ τῶν εἰς 'α' ἢ 'η' ἢ εἰς 'ος' παραγόμενα προπερισπᾶται, ὥρα ὡραῖος, θύρα θυραῖος, Πέλλα Πελλαῖος, Γάζα Γαζαῖος, ὕλη ὑλαῖος, πύλη πυλαῖος, Δίκτη Δικταῖος, Οἴτη Οἰταῖος. Σοφοκλῆς «ἐγὼ μὲν ὦ γένεθλον Οἰταίου πατρός» (Phil. 453), ἀγέλη ἀγελαῖος. τὸ δὲ Ἀγέλαιος κύριον προπαροξύνεται, δρόμος δρομαῖος, χέρσος χερσαῖος, ἤπειρος ἠπειραῖος, νησαῖος, Ἄμυμνος Ἀμυμναῖος, Ἄμυρος Ἀμυραῖος, Ἄπρος Ἀπραῖος. τὸ δὲ φύλαιος καὶ δείλαιος προπαροξύνο…
Οἴτη, ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. οἱ οἰκοῦντες Οἰταῖοι. Σοφοκλῆς “ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός”. καὶ θηλυκὸν Οἰταίη καὶ Οἰτηίς, ἴσως ἀπὸ τοῦ Οἰταιεύς Οἰταιίς καὶ Οἰτηίς. ἔστι δὲ ὡς παρὰ τὸ Κρηταῖος Κρηταιεύς. καὶ τὸ οὐδέτερον Οἰταῖον.
…ίᾳ παρ´ Ἐγχελέαις, εἰς ἣν Βάτων ὁ Ἀμφιαράου ἡνίοχος μετὰ τὸν ἀφανισμὸν αὐτοῦ ἀπῴκησε. Πολύβιος. Εἰλείθυια καὶ Εἰλήθυια· ἔστι καὶ Εἰληθυίας πόλις Αἰγυπτιακή. Ὠρείθυια, αἴθυια, ἄγυια· Ἡρακλέων ὁ Γλαύκου παρὰ τὸ ἄγω φησίν· ἔστι δὲ ὡς παρὰ τὸ ἅρπω ἅρπυια, ὀρέγω ὄργυια, ἃ πληθυντικῶς ὀξύνεται. «μέσην ἐς ἄγυιαν» (Il. Υ 254), «ἐϋκτιμένας» δὲ «κατ´ ἀγυιάς» (Ζ 391). Ἴδυια. τὸ δὲ μητρυιά μακρὸν ἔχον τὸ 'α' ὀξύνεται. Τὰ διὰ τοῦ 'αια' μονογενῆ μακρὸν ἔχοντα τὸ 'α' π…